# Fragmenta 48.1-49.3

Heraclides Ponticus Junior, Fragmenta, 48.1 to 49.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/48.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/48.1

κοῦσιοι μὲν τὸν Ἄναπον ἀνδρὶ εἰκασαν, τὴν δὲ Κυα- Ἐπίχαμόν φασί, πάνυ σφόδρα πρεσβύτην ὄντα, μετὰ τινων ἡλικιωτῶν ἐν λέσχῃ καθήμενον, ἐπελέξα- στος τῶν παρόντων ἔλεγε, ὁ μὲν τις, Ἐμοὶ πέντε ἔτη ἀπόχρη βιῶναι· ἄλλος δέ, Ἐμοὶ τρία, τρίτον δὲ εἰπόντος, Ἐμοίγε τέσσαρα, ὑπολαβὼν ὁ Ἐπίχαμος, Ω βέλτιστοι, εἶπε, τί στοιχίζετε καὶ διαφέρεσθε ὑπὲρ ὀλίγων ἡμερῶν; πάντες γὰρ οἱ συνελθόντες κατὰ τινα δαιμόνα, ἐπὶ δυσμαῖς ἐσμέν· ὥστε ὥρα πάσιν ἡμῖν τὴν ταχίστην ἀνύγεσθαι, πρὸ τοῦ τινος νὴν πηγὴν γυναικὸς εἰκόνι ἐτίμησαν· Αἰγυπτῖοι καὶ ἀπολαῦσαι κακοῦ πρεσβυτικοῦ. XXXV Ὅτι ὁ ὕπνος θανάτου ἀδελφός, καὶ περὶ Γοργίου τελευτῆς. Γοργίας ὁ Λεοντῖνος ἐπὶ τέρματι ὢν τοῦ βίου, καὶ γεγηρακὼς εἰ μᾶλα, ὑπὸ τινος ἀσθενείας καταληφθεὶς, κατ’ ὀλίγον εἰς ὕπνον ὑπολισθαίνων ἔκειτο. Ἐπεὶ δὲ τις αὐτὸν παρήλθε τῶν ἐπιτηδείων ἐπισκοπούμενος, καὶ ἤρετο, τί πράττοι; ὁ Γοργίας ἔφη, Ἡδὴ με ὁ ὕπνος ἄρχεται παρακατατίθεσθαι τῷ ἀδελφῷ. δὲ τὸν Πόροπαχα, καὶ τὸν Κριμσῶν, καὶ τὸν Τελ- μισοῦν ἀνδρῶν εἶδει τιμῶσιν· Ἀκρωγαννῶν δὲ τῶν ἐπώνυμον τῆς πόλεως ποταμὸν παιδὶ θρασίῳ εἰκάσαντες, θύουσι. Οἱ δὲ αὐτοὶ καὶ ἐν Δελφοῖς ἀνέθεσαν, ἐλέφαντος διαγλύψαντες ἄγαλμα, καὶ ἐπέγραψαν τὸ τοῦ ποταμοῦ ὄνομα· καὶ παιδὸς ἐστι τὸ ἄγαλμα. XXXVI. Περί Σωκράτους γηρῶντος, καὶ νοσοῦντος. Σωκράτης δέ, καὶ αὐτὸς βαθύτατα γηρῶν, εἶτα νόσῳ περιπεσών, ἐπεὶ τις αὐτὸν ἠρώτησε, πῶς ἔχει; Καλῶς, εἶπε, πρὸς ἀμφοτέραι· ἐὰν μὲν γὰρ ζῶ, ζηλωτὰς ἔξω πλείους· ἐὰν δὲ ἀποθάνω, ἐπανέντας πλείους. XXXVII. Περί νόμου τοῦ τοὺς νοσοῦντας οἶνον πίνειν κωλύοντος. Σαλεύκου τοῦ Λοκροῦ, πολλοὶ μέν εἰσι καὶ ἄλλοι νόμοι κάλλιστα, καὶ δις δέον κείμενοι, καὶ οὕτος δὲ οὐχ ἡμίστα. Εἰ τις Λοκρῶν τῶν Ἐπιζεφυρίων νοσῶν ἐπιεν οἶνον ἄκρατον, μὴ προστάξαντος τοῦ θεραπεύοντος, εἰ καὶ περιεσώθη, θάνατος ἢ ζημία ἦν αὐτῷ, ὅτι μὴ προσταχθέν αὐτῷ ὁδε ἐπιεν.

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
