# Fragmenta 72.1

Heraclides Ponticus Junior, Fragmenta, 72.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/72.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclides-ponticus-junior-gramm/fragmenta/72.1

Δαρεῖος ἡρήμενας, καὶ Πέρσαι δουλεύοντες Μακεδόσι. Καλὰ δὲ καὶ τὰ τῆς ἄλλης ὁπάσης Ἀσίας νενικημένης, καὶ Ἰνδοὶ δὲ καὶ οὗτοι Ἀλεξάνδρῳ πειθόμενοι. Καλὸν καὶ τὸ πρὸς τῇ Τύρᾳ, καὶ τὰ ἐν Ὀξυδάκαις, καὶ τὰ ἄλλα αὐτοῦ. Τί γὰρ δεῖ νῦν στενοχωρία λόγου περιλαμβάνειν τοσαύτην ἀνδρὸς εἰς ὅπλα ἀρετήν; Ἔστω δὲ καὶ τῆς Τύχης, Ἀλεξάνδρου ἄγαπώσης τὰ πλεῖστα, εἴ τις εἴη δύσεργος. Καλὸς δὲ οὖν Ἀλέξανδρος μὴ ἠτιώμενος τῆς Τύχης, μηδὲ πρὸς τὴν ἑαυτῆς εἰς αὐτὸν προθυμίαν ἀπαγορευόν. Ἐκεῖνα δὲ οὐκ ἔτι καλὰ Ἀλεξάνδρου. Λίου μηνός, φασί, πέμπτῃ ἔπινε παρ᾿ Ευμάιῳ· εἶτα ἕκτη ἐκάθυσεν ἐκ τοῦ πότου, καὶ τοσοῦτον ἐκείνης τῆς ἡμέρας ἔχρεσεν, ὅσον ἀναστὰς χρηματίσαι τοῖς ἡγεμόσιν ὑπὲρ τῆς αὐρίων πορείας, λέγων, ὅτι ἔσται πρωί. Καὶ ἕβδομῇ εἰστίετο παρὰ Περίμχῃ, καὶ ἔπινε πάλιν, καὶ ὀγδόῃ ἐκάθυσεν. Πέμπτῃ δὲ ἐπὶ δέκα τοῦ αὐτοῦ μηνὸς καὶ ταύτῃ ἔπινε, καὶ τῇ ἐπομένῃ τὰ εἰθισμένα ἕδρα, τὰ ἐκ τοῦ πότου. Παρὰ Βαγώῃ δὲ ἐδείπνησε τετράδι μετὰ εἰκάδα (ἀπῆχε τῶν βασιλείων ὁ Βαγώα οἶκος δέκα σταδίους)· εἶτα τῇ τρίτῃ ἐκάθυσεν. Δυοὶν οὖν ἡμέρων, ἢ Ἀλέξανδρος κακῶς τοσαύτας τοῦ μηνὸς ἡμέρας ἔαντὸν ἠμιοὶ διὰ τὸν οἶνον, ἢ οἱ ταῦτα ἀναγράφοντες ψεύδονται. Ἔξεστι δὲ ἐκ τούτων ἐννοεῖν καὶ τοῦ λοιποῦ χρόνου τὰ ὁμοια αὐτοὺς λέγοντας, ἂν καὶ Ευμένης ὁ Καρδιανὸς καὶ ἐκεῖνός ἐστι.

---

Heraclides Ponticus Junior Gramm., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001691.
