# Res Publica Atheniensium 1

Heraclides Ponticus, Res Publica Atheniensium, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclides-ponticus/res-publica-atheniensium/1

1. ἀθηναῖοι τὸ μὲν ἴε ἀρχῆς ἐχρῶντο βασιλείᾳ· συνοικἦσαντος δὲ Ἴωνος αὐτοὺς τότε τρῶτον Ἴωνες ἐκλήθησαν. Πανδίων δὲ βασιλεύσας μετὰ Ἐρεχθέα διένειμα τὴν ἀρχὴν τοῖς υἱοῖς. καὶ διετέλουν οὗτοι στασιάζοντες. Θησεὺς δὲ ἐκήρυξε καὶ συνεβίβασε τουτους ἐφ’ ἴσῃ καὶ ὁμοίᾳ [μοίρᾳ]. οὗτος ἐλθὼν εἰς Σκῦτον ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν ὑπὸ Λυκομήδους, φοβηθέντος μὴ σφετερίσηται τὴν νῆσον. Ἀθηναῖοι δὲ ὕστερον μετὰ τὰ Μηδικὰ μετεκόμισαν αὐτοῦ τὰ ὁστᾶ. ἀπὸ δὲ Κοδριδῶν οὐκέτι βασιλεῖς ᾑροῦντο διὰ τὸ δοκεῖν τρυφᾶν καὶ μαλακούς γεγονέναι. Ἱππομένης δὲ εἷς τῶν Κοδριδῶν βουλόμενος ἀπύσασθαι τὴv διαβολήν, λαβὼν ἐπὶ τῇ θυγατρὶ Λειμώνῃ μοιχόν, ἐκεῖνον μὲν ἀνεῖλεν ὑποζεύξας μετὰ τῆς θυγατρὸς] τῷ ἅρματι, τὴν δὲ ἵππῳ συνέκλεισεν ἕως <ἂν> ἀπόληται.

---

Heraclides Ponticus, Res Publica Atheniensium, ed. Frederic G. Kenyon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1409.tlg001.local002/.
