# De Incredibilibus 15-21

Heraclitus, De Incredibilibus, 15 to 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclitus-2/de-incredibilibus/15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclitus-2/de-incredibilibus/15

περὶ Χιμαίρας. ταύτην Ὅμηρος εἰκονογραφῶν φησι πρόσθε λέων, ὄπισθεν δὲ δράκων, μέσση δὲ χίμαιρα. γένοιτο δ’ ἄν τὸ ἀληθὲς τοιοῦτον. γυνὴ τῶν τόπων κρατοῦσα δύο πρὸς ὑπηρεσίαν ἀδελφοὺς εἶχεν ὀνόματι Λέοντα καὶ Δράκοντα. παράσπονδος δὲ οὖσα καὶ ξενοκτόνος ἀνῃρέθη ὑπὸ Βελλεροφόντου. περὶ Κίρκης. ταύτην ὁ μῦθος παραδέδωκε ποτῷ μεταμορφοῦσαν ἀνθρώπους. ἦν δὲ ἑταίρα, καὶ κατακηλοῦσα τοὺς ξένους τὸ πρῶτον ἀρεσκείᾳ παντοδαπῇ ἐπεσπᾶτο πρὸς εὔνοιαν, γενομένους δὲ ἐν προσπαθείᾳ κατεῖχε ταῖς ἐπιθυμίας ἀλογίστως φερομένους πρὸς τὰς ἡδονάς. ἥττησε δὲ καὶ ταύτην Ὀδυσσεύς. περὶ πυριπνόων ταύρων. τὶς ἄν ὑπολάβοι θνητὴν φύσιν πῦρ πνεῖν ἐξ αὑτῆς, ὅ πάντων ἐστὶν ἀναιρετικόν; ἄγριοι δὲ καὶ τραχεῖς ὄντες πρὸς τὴν ἀναίρεσιν τῶν ὁραθέντων ὀξεῖς ἦσαν. τὸ οὖν ἐν τάχει περὶ αὐτοὺς ἀναιρετικὸν εἰκάσθη πυρί. περὶ ὕδρας. πολυκέφαλον ἱστορεῖται θηρίον, οὐχ οὕτως ἔχοντος τα- τἀληθοῦς. εἰκὸς δὲ νεοσσοὺς αὐτὴν ἐσχηκέναι πολλούς, οἵ συνόντες αὐτῇ καὶ τεκούσῃ βοηθοῦντες τοὺς προσιόντας ἀπώλλυον μετ’ αὐτῆς. περὶ τῶν Σπαρτῶν. τὶς πιστεῦσαι δύναται ὅτι, τοῦ Κάδμου σπείραντος τοὺς δράκοντος ὀδόντας, ἔφυσαν ἔνοπλοι ἄνθρωποι; κρατήσας δὲ τῶν τόπων ὁ Κάδμος καὶ τὸ θηρίον ἀνελὼν δι’ ὅ συνέβαινεν ἔρημον εἶναι τὸν τόπον, τοὺς σποράδην οἰκοῦντας εἰς ἕν συνήγαγεν, οἵ ὄντες ἔνοπλοι καὶ θηριώδεις διηνέχθησαν εὐθὺς πρὸς ἀλλήλους καὶ πλὴν ὀλίγων πάντες ἀπώλοντο. περὶ τῶν χρυσῶν μήλων. δράκοντά φασι τὰ τῶν Ἑσπερίδων χρυσᾶ μῆλα φυλάττειν. ἀνὴρ δὲ ἐγένετο Δράκων, ὅς ἐκ τῆς ἐπιμελείας τῶν δένδρων πολὺν ἐσώρευσε χρυσόν. τοῦτον διαπρεπεῖς ἐθήρευσαν γυναῖκες, καὶ ταῖς ἐρωτικαῖς ἐπιθυμίαις ἐνδήσασαι τὴν ψυχὴν αὐτοῦ πρὸς τὸ λοιπὸν ὑπηρέτην ἔσχον καὶ φύλακα τοῦ κήπου. περὶ τῶν ἐν Ἅιδου. λέγεται ὡς Ἡρακλῆς κατελθὼν εἰς Ἅιδου ἀνῆλθεν ἀνάγων τὸν Κέρβερον, καὶ Ὀρφεὺς ὡσαύτως Εὐρυδίκην τὴν γυναῖκα. τὸ δ’ ἀληθές, ὅτι ὁπηνίκα τις ἐκ μακρᾶς ἀποδημίας καὶ ἐπικινδύνου διαντλήσας ἐσώθη, ἔφασκον ἐξ Ἅιδου αὐτὸν διασεσῶσθαι. ὅθεν ἔτι καὶ νῦν τοὺς μακροὺς πόνους καὶ παραβόλους ὁδοὺς καὶ ἐπισφαλεῖς νόσους διαφεύγοντας φάσκομεν ἐξ Ἅιδου σεσῶσθαι.

---

Heraclitus, De Incredibilibus. Text: Open Greek Corpus, from GLAUx, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://opengreek.org/read/ogc003635.
