# De Incredibilibus 25-31

Heraclitus, De Incredibilibus, 25 to 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclitus-2/de-incredibilibus/25
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/heraclitus-2/de-incredibilibus/25

περὶ Πανῶν καὶ Σατύρων. ἐν ὄρεσι καταγινόμενοι καὶ γυναικῶν ἀπωτέρω ὄντες, ὅταν τις παρεφάνη γυνή, κονῶς αὐτῇ ἐχρῶντο. τράγων δὲ τρίχας καὶ σκέλη ἐδόκουν ἔχειν διὰ τὴν περὶ τὰ λουτρὰ ἀμέλειαν καὶ τὴν περὶ ταῦτα δυσοσμίαν. καὶ διὰ τοῦτο Διονύσου φίλοι· τὴν γὰρ ἐργασίαν τῶν ἀμπέλων ἐποίουν. καὶ νῦν δὲ ἔτι τὰς εἰς πλῆθος γυναῖκας λέγομεν ὅτι " ἐπανεύομεν αὐτάς ". περὶ Ἀσκληπιοῦ. λέγουσιν αὐτὸν κεκεραυνῶσθαι. εἴη δ’ ἄν πιθανώτερον οὕτω. ἰατρικὴν κινήσας καὶ ὑψώσας αὐτὸς ὑπὸ πυρετοῦ φλεχθεὶς ὤλετο. ὅθεν διὰ τὴν φλεγμονὴν αὐτὸν κεραυνωθῆναι λέγουσιν. περὶ τῆς τοῦ Ἅδου κυνῆς. ὅτι ὁ τὴν Ἄιδος κυνῆν, ὡς καὶ ὁ Περσεύς, περιθέμενος ἀόρατος ἐγίνετο. ἔστι δὲ κυνῆ Ἄιδος τὸ τέλος εἰς ὅ ἀπελθὼν ὁ τετελευτηκὼς ἀόρατος γίνεται. περὶ Βορέου καὶ Ὠρειθυίας. λέγεται ὅτι Βορέας Ὠρείθυιαν ἥρπασεν. ἦν δὲ βασιλεὺς τῶν τόπων ἐκείνων. ἡ δὲ αὐτὴ ὑπόληψις καὶ μέθοδος καὶ περὶ Διὸς καὶ Γανυμήδους. βασιλεύων γὰρ ὁ Ζεὺς ἁρπάζει τὸν Γανυμήδην, ἀετὸς γενέσθαι λεγόμενος, ὅτι καὶ τὸ ζῷον ἄλκιμον. ὁ δ’ αὐτὸς τρόπος καὶ περὶ Ἠοῦς καὶ Τιθωνοῦ, καὶ Ἀγχίσου καὶ Ἀφροδίτης. περὶ Πρωτέως. λέγεται ὅτι ἐγένετο ποτὲ μὲν ὕδωρ, ποτὲ δὲ πῦρ, δηλονότι τοῖς μὲν χρηστοῖς ὡς ὕδωρ, τοῖς δὲ πονηροῖς κατ’ ἀξίαν τιμωρητικός· ὅθεν ταύτην τὴν φήμην περὶ αὐτοῦ διέσπειραν. περὶ τοῦ κυνὸς καὶ τῆς ἀλώπεκος. τῷ μὲν κυνὶ τοῦ Κεφάλου δεδομένον εἶναί φασιν γέρας ὅ ἄν ἴδῃ θηρίον καταλαμβάνειν, τῇ δὲ Τευμησίᾳ ἀλώπεκι ὑπὸ μηδενὸς καταλαμβάνεσθαι. διώκοντος οὖν τοῦ κυνὸς τὴν ἀλώπεκα, ἵνα μὴ λυθῇ τὸ πεπρωμένον, τοὺς δύο λίθους ὁ Ζεὺς ἐποίησεν. εἴη δ’ ἄν τὸ τοιοῦτον πλάσμα παρὰ τὴν αὐτῶν ἀμφοτέρων κατὰ τὸν διωγμὸν πλάνην. περὶ τῶν Διομήδους ἵππων. φασὶ ταύτας ἀνθρωποφάγους εἶναι. ἄγριαι δὲ ἦσαν νομάδες. οὐ δυναμένου δέ τινος αὐτὰς ὕφ’ ἅρμα ζεῦξαι, ὁ Ἡρακλῆς ἔζευξεν.

---

Heraclitus, De Incredibilibus. Text: Open Greek Corpus, from GLAUx, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://opengreek.org/read/ogc003635.
