# Allegoriae (= Quaestiones Homericae) CAPUT LXVIII.

Heraclitus, Allegoriae (= Quaestiones Homericae), CAPUT LXVIII.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclitus/allegoriae-quaestiones-homericae/CAPUT%20LXVIII.

Δεῖ δ’ ἡμᾶς οὐδὲ τὰ μικρὰ παροδεύειν, ἀλλὰ καὶ δι’ ἐκείνων τὴν λεπτὴν ἐξετάζειν Ὁμήρου φροντίδα· τὸν γὰρ Ἡμέρας καὶ Ὠρίωνος ἔρωτα, πάθος οὐδ’ ἀνθρώποις εὔσχημον, ἠλληγόρησεν· Ὣς μὲν, ὃτ’ Ὠρίων’ ἕλετο ῥοδοδάκτυλος Ἠώς. Παρεισάγει γὰρ αὐτὸν ἔτι νεανίαν, ἐν ἀκμῇ τοῦ σώματος, ὑπὸ τοῦ χρεὼν πρὸ μοίρας ἀνηρπασμένον. ἦν δὲ παλαιὸν ἔθος, τὰ σώματα τῶν καμόντων, ἐπειδὰν ἀναπαύσηται τοῦ βίου, μήτε νύκτωρ ἐκκομίζειν, μήθ’ ὅταν ὑπὲρ γῆς τὸ μεσημβρινὸν ἐπιτείνηται θάλπος, ἀλλὰ πρὸς βαθὺν ὄρθρον, ἀπύροις ἡλίου ἀκτῖσιν ἀνιόντος. ἐπειδὰν οὖν εὐγενὴς νεανίας ἅμα καὶ κάλλει προέχων τελευτήσῃ, τὴν ὄρθριον ἐκκομιδὴν ἐπευφήμουν Ἡμέρας ἁρπαγὴν, ὡς οὐκ ἀποθανόντος, ἀλλὰ δι’ ἐρωτικὴν ἐπιθυμίαν ἀνηρπασμένου. Καθ’ Ὃμηρον δὲ καὶ τοῦτο φασίν. Ἰασίων, ἀνὴρ γεωργίας ἐπιμελούμενος, καὶ δαψιλεῖς τοὺς ἀπὸ τῶν ἰδίων ἀγρῶν καρποὺς λαμβάνων, εἰκότως ὑπὸ τῆς Δήμητρος ἔδοξεν ἠγαπῆσθαι· δι’ ὧν Ὅμηρος οὐκ ἀσελγεῖς ἔρωτας ἱστορεῖ θεῶν, οὐδ’ ἀκολασίας. Σημαίνων δὲ τὰς εὐαγεστάτας, [Ἡμέραν τε καὶ Δημήτραν], τοῖς ἀκριβῶς ἐρευνᾶν ἐθέλουσι φυσικῆς θεωρίας εὐσεβῆ ἀφορμὴν χαρίζεται.

---

Heraclitus, Allegoriae (= Quaestiones Homericae), ed. E. Mehler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1414.tlg001.local001/.
