# Allegoriae (= Quaestiones Homericae) CAPUT XII.

Heraclitus, Allegoriae (= Quaestiones Homericae), CAPUT XII.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclitus/allegoriae-quaestiones-homericae/CAPUT%20XII.

Νῦν τοίνυν καὶ τὰ κατὰ μέρος εἰρημένα περὶ τῆς νό· σου διασκεψώμεθα. σχεδὸν γὰρ ἅπαντα συνᾴδει τοῖς ὑφ’ ἡμῶν λεγομένοις. καὶ πρῶτόν γε φυσικὴν ὑπεστήσατο τὴν φερομένην ἀπὸ τῶν ὀιστῶν φωνήν. οὐ μὰ Δί’, οὐ μυθικῶς βέλη φθεγγόμενα τερατευόμενος, ἀλλὰ φιλόσοφός ἐστι θεωρία ἐν τῷ στίχῳ τῷ· Ἔκλαγξαν δ’ ἄρ’ ὀιστοὶ ἐπ’ ὤμων χωομένοιο Αὐτοῦ κινηθέντος. εἰσὶ γὰρ, εἰσί τινες οὐράνιοι μεθ’ ἁρμονίας ἐμμελοῦς ἦχοι, κατὰ τὴν ἀίδιον φορὰν ἀποψαλλόμενοι, μάλιστα δὲ τῆς ἡλιακῆς περιόδου συντόνως φερομένης. οὐ γὰρ δήπου, εἰ ῥάβδῳ μὲν ὑγρᾷ πλήξας τις εἰκῇ τὸν ἀέρα, καὶ λίθον ἀπὸ σφενδόνης ἀφεὶς, ῥοίζους ἀποτελεῖ καὶ συριγμὸν οὕτω βαρύφθογγον, τηλικούτων σωμάτων ἡ κυκλοπόρος βία ἀπ’ ἀνατολῆς εἰς δύσιν ἁρματηλατουμένη μεθ’ ἡσυχίας τὸν σφοδρὸν ὁδοιπορεῖ δρόμον. τούτους δὲ τοὺς διηνεκῶς ἐν οὐρανῷ τελουμένους φθόγγους ἀγνοοῦμεν, ἢ διὰ τὴν ἀπὸ πρώτης γονῆς συνήθειαν ἐνδελεχῶς ἐνοικοῦσαν ἡμῖν, ἢ διὰ τὴν ἄμετρον ὑπερβολὴν τοῦ διαστήματος, ἐκλυομένου τοῦ ψόφου τῷ διείργοντι μέτρῳ. Καὶ τοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ὁ φυγαδεύων Ὅμηρον ἐκ τῆς ἰδίας πολιτείας συγκαταινεῖ Πλάτων, οὕτω λέγων· Ἐπὶ δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφ’ ἑκάστου βεβηκέναι Σειρῆνα συμπεριφερομένην, φωνὴν μίαν ἱεῖσαν ἀνάτονον. ἐκ πασῶν δ’ ὀκτὼ οὐσῶν μίαν ἁρμονίαν ξυμφωνεῖν. Ὁμοίως δὲ καὶ ὁ Ἐφέσιος Ἀλέξανδρος ἐπεξελθὼν ὅπως κατὰ τάξιν οἱ πλάνητες ἀστέρες ὁδεύουσιν, ἐπάγει περὶ τῶν ἑκάστου φθόγγων· Πάντες δ’ ἑπτατόνοιο λύρης φθόγγοισι συνῳδοί Ἁρμονίην προχέουσι, διαστάσει ἄλλος ἐπ’ ἄλλῃ ἐξ ὧν ἂν εἴη γνώριμον, ὡς οὐ κωφὸς οὐδ’ ἄφθογγός ἐστιν ὁ κόσμος.

---

Heraclitus, Allegoriae (= Quaestiones Homericae), ed. E. Mehler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1414.tlg001.local001/.
