# Allegoriae (= Quaestiones Homericae) CAPUT XVI.

Heraclitus, Allegoriae (= Quaestiones Homericae), CAPUT XVI.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclitus/allegoriae-quaestiones-homericae/CAPUT%20XVI.

Δοκεῖ δέ μοι καὶ Ὀδυσσεὺς οὐδένα ἄλλον ἡ τὸν ἥλιον ἱλάσκεσθαι, δι’ ἧς προςηνέγκατο θυσίας. ἀμέλει πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο, Ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, Δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός. πέρας γάρ ἐστι τῆς εὐσεβείας ἡ δύσις, ἕως ἀκούοντα καὶ βλέποντα τὸν θεὸν ἐτίμων· μηκέτι δ’ αυτοῦ τοῖς τελουμένοις παρεῖναι τὸ λοιπὸν δυναμένου, τὸ τῆς ἑορτῆς πέπαυται. Πρός γε μὴν βαθὺν τὸν ὄρθρον ἀναχθέντων, φησὶν ὁ ποιητής· Τοῖσιν δ’ ἴκμενον οὖρον ἳει ἑκάεργος Ἀπόλλων, τὸ περὶ τὸν ἥλιον ἐσπουδακὼς ἰδίωμα δηλοῦν. ἄχρι γὰρ οὐδέπω φλογώδης, οὐδ’ ἔμπυρος πρὸς μεσημβρίαν ὁ δρόμος αὐτοῦ νένευκεν, ἡ δροσώδης ἰκμὰς, ὑγρὸν τὸ περιέχον ἀφεῖσα, ἀμυδρὰ καὶ νωθῆ παραπέμπεται τὰ πρὸς ἕω πνεύματα. διὰ τοῦτο το ὄρθριον ὁ ἥλιος αὐτοὺς ἐναυστόλησεν, ἴκμενον ἀποστείλας ἄνεμον, τὸν ἀπὸ τῆς ἰκμάδος πνέοντα. τὴν μὲν οὖν πρώτην ἀλληγορίαν ἐπεδείξαμεν οὐ θυμὸν Ἀπόλλωνος ὀργισαμένου μάτην, ἀλλὰ φυσικῆς θεωρίας φιλοσοφοῦσαν ἔννοιαν.

---

Heraclitus, Allegoriae (= Quaestiones Homericae), ed. E. Mehler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1414.tlg001.local001/.
