# Allegoriae (= Quaestiones Homericae) CAPUT XVIII.

Heraclitus, Allegoriae (= Quaestiones Homericae), CAPUT XVIII.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclitus/allegoriae-quaestiones-homericae/CAPUT%20XVIII.

Ταῦτα τοίνυν ὥςπερ ἐκ πηγῆς τῶν ὁμηρικῶν ἐπῶν εἰς τοὺς ἰδίους διαλόγους ὁ Πλάτων μετηρδευσεν. Καὶ πρῶτόν γε περὶ τῶν ἀλόγων μερῶν τῆς ψυχῆς σκεπτέον· ὅτι μὲν γὰρ ό θυμὸς εἴληχε τὸν ὑποκάρδιον χῶρον, ὁ Ὀδυσσεὺς τοῦτο ποιήσει σαφὲς ἐν.τῇ κατὰ μνηστήρων ὀργῇ, καθάπερ οἶκόν τινα τῆς μισοπονηρίας θυροκρουστῶν τὴν καρδίαν· Στῆθος δὲ πλῆξας κραδίην ἠνίπαπε μύθῳ· Τέτλαθι δὴ κραδίῃ· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης. Ἀφ’ ἧς γὰρ αἱ θυμικαὶ ῥέουσι πηγαὶ, πρὸς ταύτην ὁ λόγος ἀποκλίνει· τόν γε μὴν Τιτυὸν ἐρασθέντα τῶν Διὸς γάμων, ἀφ’ οὗ μέρους ἤρξατο νοσεῖν, εἰς τοῦτο ὑφίσταται κολαζόμενον· Γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον. Ἀντὶ τίνος, Ὁμηρε; Δητὼ γὰρ ἥλκησε, Διὸς κυδρὴν παράκοιτιν. Ὥσπερ γὰρ οἱ νομοθέται τοὺς πατροτύπτας χειροκοποῦσι, τὸ δυσσεβῆσαν αὐτῶν μέρος ἐξαιρέτως ἀποτέμνοντες, οὕτως Ὅμηρος ἐν ἥπατι κολάζει τὸν δι’ ἧπαρ ἀσεβήσαντα. περὶ μὲν δὴ τῶν ἀλόγων τῆς ψυχῆς μερῶν οὑτωσὶ πεφιλοσόφηκεν.

---

Heraclitus, Allegoriae (= Quaestiones Homericae), ed. E. Mehler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1414.tlg001.local001/.
