# Allegoriae (= Quaestiones Homericae) CAPUT XXI.

Heraclitus, Allegoriae (= Quaestiones Homericae), CAPUT XXI.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclitus/allegoriae-quaestiones-homericae/CAPUT%20XXI.

Βαρύτατον δ’ ἔγκλημα κατὰ Ὁμήρου, καὶ πάσης καταδίκης ἄξιον, εἴπερ ἄρα μεμύθευκεν, ὡς ἐν τοῖς ἐφεξῆς ἔστιν, εὗρον, ὅτι τὸν ἁπάντων ἡγεμόνα ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη. Ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν, Ὦχ’ ἑκατόγχειρον καλέσασ’ ἐς μακρὸν Ὄλυμπον, Ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίων’· ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων. Ἐν τούτοις τοῖς στίχοις ἄξιός ἐστιν Ὅμηρος οὐκ ἐκ μιᾶς τῆς Πλάτωνος ἐλαύνεσθαι πολιτείας, ἀλλ’ ὑπὲρ Ἡρακλέους, φασὶν, ἐσχάτας στήλας, [καὶ τὴν ἄβατον Ὠκεανοῦ θάλασσαν]. Ζεὺς γὰρ ὀλίγον δεσμῶν πεπείραται, καὶ τὴν ἐπιβουλὴν αὐτῷ συνιστᾶσιν οὐχ οἱ Τιτᾶνες, οὐδὲ τὸ κατὰ Παλλήνην θράσος Γιγάντων, ἀλλ’ Ἥρα, διπλοῦν ὄνομα, φύσεως καὶ συμβιώσεως, ὃ τ’ ἀδελφὸς Ποσειδῶν, ἐξ ἴσου νεμηθεὶς ἅπαντα, καὶ οὐχὶ τοῦ διαμαρτεῖν, ἧς ὤφειλε τιμῆς ἠξιῶσθαι, κατὰ τοῦ πλεονεκτήσαντος ἠγανακτηκώς· τρίτη δ’ Ἀθηνᾶ, διὰ μιᾶς ἐπιβουλῆς εἰς πατέρα καὶ μητέρα δυσσεβοῦσα. νομίζω δ’ ἔγωγε τῆς ἐπιβουλῆς Διὶ τὴν σωτηρίαν ἀπρεπεστέραν· Θέτις γὰρ αὐτὸν ἀπήλλαξε τῶν δεσμῶν, καὶ Βριάρεως. ἀπρεπεῖς δ’ αἱ τοιαῦται ἐλπίδες, ὡς τοιούτων δεηθῆναι συμμάχων.

---

Heraclitus, Allegoriae (= Quaestiones Homericae), ed. E. Mehler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1414.tlg001.local001/.
