# Allegoriae (= Quaestiones Homericae) CAPUT XXIII.

Heraclitus, Allegoriae (= Quaestiones Homericae), CAPUT XXIII.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclitus/allegoriae-quaestiones-homericae/CAPUT%20XXIII.

Ἆρ’ οὖν, εἴ τις θέλει τἀληθὲς ἐξετάζειν, οὐχὶ καὶ ταῦτα τὰ στοιχεῖα παρ’ Ὁμήρῳ φιλοσοφεῖται; καὶ περὶ μὲν τῶν Ἥρας δεσμῶν, ἐν οἷς ἡ τάξις ἠλληγόρηται τῶν τεττάρων στοιχείων, εὐκαιρότερον αὖθις ἐροῦμεν· νῦν δ’ ἀποχρῶσιν οἱ κατὰ τὴν τρίτην ῥαψῳδίαν ὅρκοι τὸ λεγόμενον ὑφ’ ἡμῶν βεβαιῶσαι· Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων, Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷς, καὶ πάντ’ ἐπακούεις, Καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας Ἀνθρώπους τίνυσθον, ὅ τίς κ’ ἐπίορκον ὀμόσσῃ. πρῶτον ἐπικαλεῖται τὸν ὀξύτατον αἰθέρα, τὴν ἀνωτάτω τάξιν εἰληχότα. πυρὸς δ’ εἰλικρινοῦς φύσις, ἅτ’ οἶμαι κουφοτάτη, τὸν ὑψηλότατον ἀποκεκλήρωται χῶρον· εἴη δ’ ἂν, οἶμαι, τοῦτο Ζεὺς ἐπώνυμος, ἤτοι τὸ ζῆν παρεχόμενος ἀνθρώποις, ἢ παρὰ τὴν ἔμπυρον ζέσιν οὕτως ὠνομασμένος. ἀμέλει δὲ καὶ ὁ Εὐριπίδης τὸν ὑπερτεταμένον αἰθέρα φησίν· Ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα Καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις; Τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν. Ὁ μὲν οὖν πρῶτος αἰθὴρ καλεῖται μεσίτης τῶν ὁρκίων. ποταμοὶ δὲ καὶ γῆ, τὰ ὑλικὰ στοιχεῖα, μετὰ τὴν πρώτην φύσιν αἰθέρος. τὸν δ’ ὑπένερθεν ἀέρα ἀλληγορικῶς ἀίδην προσαγορεύει. μέλαν γὰρ τουτὶ τὸ στοιχεῖον, ὡς ἂν, οἶμαι, παχυτέρας καὶ διύγρου λαχὸν μοίρας. δίχα γοῦν τῶν καταφωτίζειν δυναμένων ἀλαμπής ἐστιν. ὅθεν εὐλόγως αὐτὸν ἀίδην προσηγόρευσε. τί οὖν τὸ πέμπτον, ὁ ἥλιος; ἵνα τι καὶ περιπατητικοῖς φιλοσόφοις χαρίσηται Ὅμηρος, ἐπεκαλέσατο καὶ τοῦτον· ἀξιοῦσι γὰρ ἑτέραν τοῦ πυρὸς εἶναι ταύτην τὴν φύσιν, ἣν κυκλοφορητικὴν ὀνομάζουσιν, πέμπτον εἶναι τοῦτο στοιχεῖον ὁμολογοῦντες. ὁ μὲν γὰρ αἰθὴρ διὰ τὴν κουφότητα πρὸς τοὺς ἀνωτάτω χωρεῖ τόπους· ἥλιος δὲ καὶ σελήνη καὶ τῶν ὁμοδρόμων αὐτοῖς ἕκαστον ἄστρων, τὴν ἐν κύκλῳ φορὰν δινούμενα διατελεῖ, τῆς πυρώδους οὐσίας ἄλλην τινὰ δύναμιν ἔχοντα. διὰ τούτων ἁπάντων ὑπεσήμηνεν ἡμῖν τὰ πρωτοπαγῆ στοιχεῖα τῆς φύσεως.

---

Heraclitus, Allegoriae (= Quaestiones Homericae), ed. E. Mehler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1414.tlg001.local001/.
