# Allegoriae (= Quaestiones Homericae) CAPUT XXX.

Heraclitus, Allegoriae (= Quaestiones Homericae), CAPUT XXX.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclitus/allegoriae-quaestiones-homericae/CAPUT%20XXX.

Καὶ ταυτὶ μὲν ἴσως μετριώτερα. πολλὴ δὲ κατ’ Ὁμήρου τραγῳδία σκηνοβατεῖται παρὰ τοῖς ἀγνωμόνως αὐτὸν ἐθέλουσι συκοφαντεῖν, ὅτι παρεισάγει κατὰ τὴν πέμπτην ῥαψῳδίαν τιτρωσκομένους θεοὺς, Ἀφροδίτην τὸ πρῶτον ὑπὸ Διομήδους, εἶτ’ Ἄρην. προστιθέασι δὲ τούτοις, ὅσα κατὰ παρηγορίαν ἡ Διώνη περὶ τῶν ἔτι πρότερον ἠτυχηκότων ἀπαγγέλλει θεῶν. ἐν μέρει δ’ ὑπὲρ ἑκάστου τὸν λόγον ἀποδώσομεν ἡμεῖς, οὐδεμιᾶς ἐκτὸς ὄντα φιλοσοφίας Διομήδης γὰρ, Ἀθηνᾶν ἔχων σύμμαχον, τουτέστι τὴν φρόνησιν, ἔτρωσεν Ἀφροδίτην τὴν ἀφροσύνην· οὐ μὰ Δία, οὐ θεάν τινα, τὴν δὲ τῶν μαχομένων βαρβάρων ἀλογιστίαν. αὐτὸς μὲν γὰρ, ἅτε διὰ πάσης ἐληλυθὼς πολεμικῆς μαθήσεως καὶ τοῦτο μὲν ἐν Θήβαις, τοῦτο δ’ ἐν Ἰλίῳ δεκαετῆ χρόνον ἐμφρόνως τοῦ μάχεσθαι προϊστάμενος, ἐξ εὐμαροῦς διώκει τοὺς βαρβάρους· οἱ δ’, ἀναίσθητοι καὶ λογισμῶν ὀλίγα κοινωνοῦντες, ὑπ’ αὐτοῦ διώκονται, καθάπερ Ὄιες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ. πολλῶν οὖν φονευομένων, ἀλληγορικῶς Ὅμηρος τὴν βαρβαρικὴν ἀφροσύνην ὑπὸ Διομήδους τετρῶσθαι παρεισήγαγεν.

---

Heraclitus, Allegoriae (= Quaestiones Homericae), ed. E. Mehler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1414.tlg001.local001/.
