# Allegoriae (= Quaestiones Homericae) CAPUT XXXVIII.

Heraclitus, Allegoriae (= Quaestiones Homericae), CAPUT XXXVIII.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/heraclitus/allegoriae-quaestiones-homericae/CAPUT%20XXXVIII.

Οἶμαι δ’ ἔγωγε καὶ τὸ ἑλληνικὸν τεῖχος, ὃ πρὸς καιρὸν ἔρυμα τῆς ἰδίας ἀσφαλείας ἐπύργωσαν, οὐχ ὑπὸ τοῦ συμμάχου καθῃρῆσθαι Ποσειδῶνος, ἀλλ’ ὡς ὑετοῦ δαψιλοῦς γενομένου, καὶ τῶν ἀπ’ Ἴδης ποταμῶν πλημμυράντων, συνέβη κατερειφθῆναι. ὅθεν ἐπώνυμος τοῦ πάθους γέγονεν ὁ τῆς ὑγρᾶς φύσεως προστάτης Ποσειδῶν. εἰκὸς δὲ καὶ σεισμοῖς διατιναχθὲν ὑπονοστῆσαι τὸ κατασκεύασμα· δοκεῖ δ’ ὁ Ποσειδῶν ἐννοσίγαιος καὶ σεισίχθων εἶναι, τοῖς τοιούτοις τῶν παθημάτων ἐπιγραφόμενος. ἀμέλει φησίν· Αὐτὸς δ’ Ἐννοσίγαιος, ἔχων χείρεσσι τρίαιναν, ἡγεῖτ’· ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, σεισμοῦ τινος φορᾷ διαδονήσας ἐκ βάθρων τὰ τοῦ τείχους θεμέλια, δοκεῖ δέ μοι, λεπτῶς ἐξετάζοντι τὰ τοιαῦτα, μηδὲ τὸ κατὰ τὴν τρίαιναν ἀφιλοσόφητον εἶναι, δι’ ἦς ὑφίσταται τοὺς λίθους ἀναμεμοχλεῦσθαι τοῦ τείχους. τὰ γάρ τοι σεισμῶν διαφέροντα τοῖς παθήμασιν οἱ φυσικοὶ λέγουσιν εἶναι, ὅσον καί τινας ἰδίους χαρακτῆρας ὀνομάτων ἐπιγράφουσιν αὐτοῖς, βρασματίαν τινὰ καὶ χασματίαν καὶ κλιματίαν προσαγορεύοντες. τριπλαῖς οὖν καθώπλισεν ἀκμαῖς τὸν τῶν σεισμῶν αἴτιον θεὸν· ἀμέλει; πρὸς βραχὺ κινηθέντος αὐτοῦ, Τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη, τὸ τῶν σεισμῶν ἰδίωμα τοῦ ποιητοῦ διασημήναντος ἡμῖν.

---

Heraclitus, Allegoriae (= Quaestiones Homericae), ed. E. Mehler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1414.tlg001.local001/.
