# Fragmentum 1

Hermaeus (Hermeas), Fragmentum, Dfhg-Source dfhg4_HERMAEUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermaeus-hermeas/fragmentum/1

Ἀρίστων τοίνυν ὁ γεγραφὼς Ἀθηναίων ἀποικίαν ἐπιστολῇ τινι Ἀλεξάρχου περιέπεσεν, ἐν ᾗ Διὸς ἱστορεῖται καὶ Ἴσιδος υἱὸς ὢν ὁ Διόνυσος ὑπὸ Αἰγυπτίων, οὐκ Ὄσιρις, ἀλλὰ Ἀρσαφὴς (ἐν τῷ ἄλφα γράμματι) λέγεσθαι, δηλοῦντος τὸ ἀνδρεῖον τοῦ ὀνόματος. Ἐμφαίνει δὲ τοῦτο καὶ ὁ Ἑρμαῖος ἐν τῇ πρώτῃ Περὶ Αἰγυπτίων· ὄμβριμον γάρ φησι μεθερμηνευόμενον εἶναι τὸν Ὄσιριν. Ὁ γὰρ Ὄσιρις ἀγαθοποιὸς, καὶ τοὔνομα πολλὰ φράζει, οὐχ ἥκιστα δὲ κράτος ἐνεργοῦν καὶ ἀγαθοποιὸν, ὃ λέγουσι. Τὸ δ ̓ ἕτερον ὄνομα τοῦ θεοῦ τὸν Ὄμφιν εὐεργέτην ὁ Ἑρμαῖός φησιν δηλοῦν ἑρμηνευόμενον.

---

HERMAEUS (HERMEAS), Fragmentum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2426.tlg002.local002/.
