# Pastor 1.1-7-3

Hermas Scr. Eccl. Pastor Hermae, Pastor, 1.1 to 1.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermas-scr-eccl-pastor-hermae/pastor/1.1-7

Φοβήθητι, φησί, τὸν κύριον καὶ φύλασσε τὰς ἐντολὰς αὐτοῦ. φυλάσσων οὖν τὰς ἐντολὰς τοῦ θεοῦ ἔσῃ δυνατὸς ἐν πάσῃ πράξει, καὶ ἡ πρᾶξίς σου ἀσύγκριτος ἔσται. φοβούμενος γὰρ τὸν κύριον πάντα καλῶς ἐργάσῃ: οὗτος δέ ἐστιν ὁ φόβος, ὃν δεῖ σε φοβηθῆναι, καὶ σωθῆναι. τὸν δὲ διάβολον μὴ φοβηθῇς: φοβούμενος γὰρ τὸν κύριον κατακυριεύσεις τοῦ διαβόλου, ὅτι δύναμις ἐν αὐτῷ οὐκ ἔστιν. ἐν ᾧ δὲ δύναμις οὐκ ἔστιν, οὐδὲ φόβος: ἐν ᾧ δὲ δύναμις ἡ ἔνδοξος, καὶ φόβος ἐν αὐτῷ. πᾶς γὰρ ὁ δύναμιν ἔχων φόβον ἔχει: ὁ δὲ μὴ ἔχων δύναμιν ὑπὸ πάντων καταφρονεῖται. φοβήθητι δὲ τὰ ἔργα τοῦ διαβόλου, ὅτι πονηρά ἐστι. φοβούμενος οὖν τὸν κύριον οὐκ ἐργάσῃ αὐτά, ἀλλ̓ ἀφέξῃ ἀπ̓ αὐτῶν.

---

Hermas, Pastor, ed. Kirsopp Lake. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1419.tlg001.local002/.
