Ancient Greek
παραβολή ζ, Chapter 1
Hermas Scr. Eccl. Pastor Hermae, Pastor 1.2
Not analysed yet
Ἄκουε, φησίν: αἱ μὲν ἁμαρτίαι σου πολλαί, ἀλλ̓ οὐ τοσαῦται, ὥστε τῷ ἀγγέλῳ τούτῳ παραδοθῆναι: ἀλλ̓ ὁ οἶκός σου μεγάλας ἀνομίας καὶ ἁμαρτίας εἰργάσατο, καὶ παρεπικράνθη ὁ ἔνδοξος ἄγγελος ἐπὶ τοῖς ἔργοις αὐτῶν καὶ διὰ τοῦτο ἐκέλευσέ σε χρόνον τινὰ θλιβῆναι, ἵνα κἀκεῖνοι μετανοήσωσι καὶ καθαρίσωσιν ἑαυτοὺς ἀπὸ πάσης ἐπιθυμίας τοῦ αἰῶνος τούτου. ὅταν οὖν μετανοήσωσι καὶ καθαρισθῶσι, τότε ἀποστήσεται ἀπὸ σοῦ ὁ ἄγγελος τῆς τιμωρίας.