Ancient Greek
Εντολὴ γ, Chapter 1
Hermas Scr. Eccl. Pastor Hermae, Pastor 1.3-2
Not analysed yet
ταῦτα οὖν ἀκούσας ἐγὼ ἔκλαυσα λίαν. ἰδὼν δέ με κλαίοντα λέγει: Τί κλαίεις; Ὅτι, φημί, κύριε, οὐκ οἶδα, εἰ δύναμαι σωθῆναι. Διατί; φησίν. Οὐδέπω γάρ, φημί, κύριε, ἐν τῇ ἐμῇ ζωῇ ἀληθὲς ἐλάλησα ῥῆμα, ἀλλὰ πάντοτε πανούργως ἐλάλησα μετὰ πάντων καὶ τὸ ψεῦδός μου ἀληθὲς ἐπέδειξα παρὰ πᾶσιν ἀνθρώποις: καὶ οὐδέποτέ μοι οὐδεὶς ἀντεῖπεν, ἀλλ̓ ἐπιστεύθη τῷ λόγῳ μου. πῶς οὖν, φημί, κύριε, δύναμαι ζῆσαι ταῦτα πράξας;