Ancient Greek
παραβολή ζ, Chapter 1
Hermas Scr. Eccl. Pastor Hermae, Pastor 1.4-4
Not analysed yet
Ἀλλ̓ ἰδού, φημί, κύριε, μετανενοήκασιν ἐξ ὅλης καρδίας αὐτῶν. Οἶδα, φησί, κἀγώ, ὅτι μετανενοήκασιν ἐξ ὅλης καρδίας αὐτῶν: τῶν οὖν μετανοούντων εὐθὺς δοκεῖς τὰς ἁμαρτιας ἀφίεσθαι; οὐ παντελῶς: ἀλλὰ δεῖ τὸν μετανοοῦντα βασανίσαι τὴν ἑαυτοῦ ψυχὴν καὶ ταπεινοφρονῆσαι ἐν πάσῃ πράξει αὐτοῦ ἰσχυρῶς καὶ θλιβῆναι ἐν πάσαις θίψεσι ποικίλαις: καὶ ἐὰν ὑπενέγκῃ τὰς θλίψεις τὰς ἐπερχομένας αὐτῷ, πάντως σπλαγχνισθήσεται ὁ τὰ πάντα κτίσας καὶ ἐνδυναμώσας καὶ ἴασίν τινα δώσει αὐτῷ: