Ancient Greek
1.9 to 1.10
Hermas Scr. Eccl. Pastor Hermae, Pastor 1.9-5-10
Not analysed yet
γίνονται οὖν ἀμφότεροι κοινωνοὶ τοῦ ἔργου τοῦ δικαίου. ταῦτα οὖν ὁ ποιῶν οὐκ ἐγκαταλειφθήσεται ὑπὸ τοῦ θεοῦ, ἀλλ̓ ἔσται γεγραμμένος εἰς τὰς βίβλους τῶν ζώντων. μακάριοι οἱ ἔχοντες καὶ συνιέντες, ὅτι παρὰ τοῦ κυρίου πλουτίζονται, ὁ γὰρ συνίων τοῦτο δυνήσεται καὶ διακονῆσαί τι ἀγαθόν.