Ancient Greek
2.1 to 2.3
Hermas Scr. Eccl. Pastor Hermae, Pastor 2.1-3-3
Not analysed yet
Μετὰ δὲ τὸ παρελθεῖν με τὸ θηρίον καὶ προελθεῖν ὡσεὶ πόδας λ, ἰδού, ὑπαντᾷ μοι παρθένος κεκοσμημένη ὡς ἐκ νυμφῶνος ἐκπορευομένη, ὅλη ἐν λευκοῖς καὶ ὑποδήμασιν λευκοῖς, κατακεκαλυμμένη ἕως τοῦ μετώπου, ἐν μίτρᾳ δὲ ἦν ἡ κατακάλυψις αὐτῆς: εἶχεν δὲ τὰς τρίχας αὐτῆς λευκάς. ἔγνων ἐγὼ ἐκ τῶν προτέρων ὁραμάτων, ὅτι ἡ Ἐκκλησία ἐστίν, καὶ ἱλαρώτερος ἐγενόμην. ἀσπάζεταί με λέγουσα: Χαῖρε σύ, ἄνθρωπε. καὶ ἐγὼ αὐτὴν ἀντησπασάμην: Κυρία, χαῖρε. ἀποκριθεῖσά μοι λέγει: Οὐδέν σοι ἀπήντησεν; λέγω αὐτῇ: Κυρία, τηλικοῦτο θηρίον, δυνάμενον λαοὺς διαφθεῖραι: ἀλλὰ τῇ δυνάμει τοῦ κυρίου καὶ τῇ πολυσπλαγχνίᾳ αὐτοῦ ἐξέφυγον αὐτό.