Ancient Greek
Εντολὴ ε, Chapter 2
Hermas Scr. Eccl. Pastor Hermae, Pastor 2.1-5
Not analysed yet
Ἄκουε νῦν, φησί, τὴν ἐνέργειαν τῆς ὀξυχολίας, πῶς πονηρά ἐστι, καὶ πῶς τοὺς δούλους μοῦ καταστρέφει τῇ ἑαυτῆς ἐνεργείᾳ καὶ πῶς ἀποπλανᾷ αὐτοὺς ἀπὸ τῆς δικαιοσύνης. οὐκ ἀποπλανᾷ δὲ τοὺς πλήρεις ὄντας ἐν τῇ πίστει οὐδὲ ἐνεργῆσαι δύναται εἰς αὐτούς, ὅτι ἡ δύναμις μου μετ̓ αὐτῶν ἐστιν: ἀποπλανᾷ δὲ τοὺς ἀποκένους καὶ διψύχους ὄντας.