Ancient Greek
3.2 to 3.4
Hermas Scr. Eccl. Pastor Hermae, Pastor 3.2-2-4
Not analysed yet
ἀλλὰ σώζει σε τὸ μὴ ἀποστῆναί σε ἀπὸ θεοῦ ζῶντος καὶ ἡ ἁπλότης σου καὶ ἡ πολλὴ ἐγκράτεια: ταῦτα σέσωκέν σε, ἐὰν ἐμμείνῃς, καὶ πάντας σώζει τοὺς τὰ τοιαῦτα ἐργαζομένους καὶ πορευομένους ἐν ἀκακίᾳ καὶ ἁπλότητι. οὗτοι κατισχύσουσιν πάσης πονηρίας καὶ παραμενοῦσιν εἰς ζωὴν αἰώνιον. μακάριοι πάντες οἱ ἐργαζόμενοι τὴν δικαιοσύνην. οὐ διαφθαρήσονται ἕως αἰῶνος. ἐρεῖς δὲ Μαξίμῳ: Ἰδοῦ, θλῖψις ἔρχεται: ἐάν σοι φανῇ, πάλιν ἄρνησαι. Ἐγγὺς κύριος τοῖς ἐπιστρεφομένοις, ὡς γέγραπται ἐν τῷ Ἐλδὰδ καὶ Μωδάτ, τοῖς προφητεύσασιν ἐν τῇ ἐρήμῳ τῷ λαῷ.