Ancient Greek
Ὅρασις α, Chapter 3
Hermas Scr. Eccl. Pastor Hermae, Pastor 3.3
Not analysed yet
μετὰ τὸ παῆναι αὐτῆς τὰ ῥήματα ταῦτα λέγει μοι: Θέλεις ἀκοῦσαί μου ἀναγινωσκούσης; λέγω κἀγώ: Θέλω, κυρία. λέγει μοι: Γενοῦ ἀκροατὴς καὶ ἄκουε τὰς δόξας τοῦ θεοῦ. ἤκουσα μεγάλως καὶ θαυμαστῶς, ὃ οὐκ ἴσχυσα μνημονεῦσαι: πάντα γὰρ τὰ ῥήματα ἔκφρικτα, ἃ οὐ δύναται ἄνθρωπος βαστάσαι. τὰ οὖν ἔσχατα ῥήματα ἐμνημόνευσα: ἦν γὰρ ἡμῖν σύμφορα καὶ ἥμερα: