Ancient Greek
4.1 to 4.3
Hermas Scr. Eccl. Pastor Hermae, Pastor 4.1-4-3
Not analysed yet
Λέγω αὐτῷ: Κύριε, ἔτι μοι τοῦτο δήλωσον. Τί, φησίν, ἐπιζητεῖς; Εἰ ἄρα, φημί, κύριε, τὸν αὐτὸν χρόνον βασανίζονται οἱ τρυφῶντες καὶ ἀπατώμενοι, ὅσον τρυφῶσι καὶ ἀπατῶνται; λέγει μοι: Τὸν αὐτὸν χρόνον βασανίζονται. Ἐλάχιστον, φημί, κύριε, βασανίζονται: ἔδει γὰρ τοὺς οὕτω τρυφῶντας καὶ ἐπιλανθανομένους τοῦ θεοῦ ἑπταπλασίως βασανίζεσθαι. λέγει μοι: Ἄφρων εἶ καὶ οὐ νοεῖς τῆς βασάνου τὴν δύναμιν. Εἰ γὰρ ἐνόουν, φημί, κύριε, οὐκ ἂν ἐπηρώτῳν, ἵνα μοι δηλώσῃς. Ἄκουε, φησίν, φησίν, ἀμφοτέρων τὴν δύναμιν.