Ancient Greek
παραβολή θ, Chapter 8
Hermas Scr. Eccl. Pastor Hermae, Pastor 8.5
Not analysed yet
εἶτα κατενόει τοὺς ἡμίσεις λευκούς, ἡμίσεις δὲ μέλανας: καὶ πολλοὶ ἐξ αὐτῶν εὑρέθησαν μέλανες. ἐκέλευσε δὲ καὶ τούτους ἀρθῆναι μετὰ τῶν ἀποβεβλημένων. οἱ δὲ λοιποὶ πάντες ἤρθησαν ὑπὸ τῶν παρθένων: λευκοὶ γὰρ ὄντες ἡρμόσθησαν ὑπ’ αὐτῶν τῶν παρθένων εἰς τὴν οἰκοδομήν: ἐξώτεροι δὲ ἐτέθησαν, ὅτι ὑγιεῖς εὑρέθησαν, ὥστε δύνασθαι αὐτοὺς κρατεῖν τοὺς εἰς τὸ μέσον τεθέντας: ὅλως γὰρ ἐξ αὐτῶν οὐδὲν ἐκολοβώθη.