# Fragmenta 202.1

Hermesianax, Fragmenta, 202.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermesianax-eleg/fragmenta-2/202.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hermesianax-eleg/fragmenta-2/202.1

ΑΑΛΛΑ ΛΕΙΨΑΝΑ. Ἀφροδίτης εἰς ἔρωτα ἀφικόμενος τῆς ἀδελφῆς, τέως μὲν ἐκαρτέρει, οἴομενος ῥᾷστα ἀπαλλάξασθαι τῆς νόσου· ἐπεὶ μέντοι χρόνον διαγενομένου οὐδὲ ἐπ’ ὀλίγον ἐλάφρω τὸ πάθος, ἀνακοινῶται τῇ μητρὶ καὶ πολλὰ καθικέτευε, μὴ περιδεῖν αὐτὸν ἀπολλύμενον· εἰ γὰρ αὐτῷ μὴ συνεργήσειεν, ἀποσφάξειν αὐτὸν ἡπειλεῖ. τῆς δὲ παραχωρήμα τὴν ἐπιθυμίαν φαμένης τελέσειν, ῥάων ἤδη γέγονεν· ἀνακαλεσαμένη δὲ τὴν κόρην συγκατακλίνει τἀδελφῷ, καὶ τοῦτον συνῆσαν οὐ μᾶλα τινὰ δεδοικότες, ἕως τις ἐξαγγέλλει τῷ κατηγορημένῳ τὴν κόρην μνηστήρι. Ὁ δὲ τὸν τε αὐτοῦ πατέρα παραλαβὼν καὶ τινὰς τῶν προσηκόντων, πρόσεισι τῷ Ξανθίῳ καὶ τὴν πρᾶξιν καταμηνύει, μὴ δηλῶν τὸ ὄνομα τοῦ Λευκίππου. Ξάνθιος δὲ δυσφορῶν ἐπὶ τοῖς προσηγγελμένοις πολλὴν σπουδὴν ἐτίθετο φωράσαι τὸν φθορέα, καὶ διεκελεύσατο τῷ μηνυτῇ, ὅποτε ἴδοι συνόντας, αὐτῷ δηλῶσαι· τοῦ δὲ ἐτοίμως ὑπακούσαντος

---

Hermesianax Eleg., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001704.
