# Fragmenta 63

Hermippus, Fragmenta, 63. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermippus-comic/fragmenta-3/63
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hermippus-comic/fragmenta-3/63

ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι, ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ᾽ οὔνοπα πόντον, ὅσο᾽ ἀγαθ᾽ ἀνθρώποις δευρ᾽ ἥγαγε νηὶ μελαίνῃ. ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον· ἐκ δ᾽ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη· ἐκ δ᾽ αὖ Ἰταλίας χόνδρον καὶ πλευρὰ βόεια· καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι καὶ παρὰ Περδίκκου ψευδὴ ναυσὶν πᾶνν πολλάς. αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσιν. καὶ Κερκυραῖους ὁ Ποσειδῶν ἐξολέσειεν ναυσὶν ἐπὶ γλαφυραῖς, ὅτι ἥ διχὰ θυμὸν ἔχουσιν. ταῦτα μὲν ἐντεύθεν. ἐκ δ᾽ Αἰγύπτου τὰ κρεμαστὰ ἰστία καὶ βύβλους, ἀπὸ δ᾽ αὖ Συρίας λιβανωτόν. ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν, ἡ Λιβύη δ᾽ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν· ἡ Ῥόδος ἄσταφίδας τε καὶ ἰσχάδας ἡδυνεῖρους. αὐτὰρ ἀπ᾽ Εὐβοίας ἄπιους καὶ ἱρία μήλα· ἀνδράποδ᾽ ἐκ Φρυγίας, ἀπὸ δ᾽ Ἀρκαδίας ἐπικούρους. αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσιν. τὰς δὲ Λιὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόντα Παφλαγόνες παρέχουσι· τὰ γὰρ τ᾽ ἀναθήματα δαιτός. Φοινὶξ καρπὸν φοῖνικος καὶ σεμίδαλιν· Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια. Athenaeus 1, 27 de τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα οὕτω καταλέγει . . . "Ἐρμιππὸς κτλ. ex versibus novem prioribus quaedam excerptis Eustath. 261, 6. v. 10. 11 Eustath. 1582, 19. v. 20. 1 idem 1404, 4. ἀμύγδαλα σιγαλόντα idem 1280, 49. Hesychius Λιὸς βάλανοι. "Ἐρμιππος Φορμοφόροις· τὰς Λιὸς κτλ. Bekker. Anecd. 82, 19 ἀμύγδαλα· "Ἐρμιππος Φορμοφόροις. 3. ἀνθρώποις]

---

Hermippus Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001707.
