Ancient Greek · ~1 min
Περὶ τῶν κατὰ τὴν λέξιν ἀμαρτημάτιον.
Hermogenes, Περὶ μεθόδου δεινότητος Περὶ τῶν κατὰ τὴν λέξιν ἀμαρτημάτιον.
Not analysed yet
Τὰ ἁμαρτήματα κατὰ τὴν λέξιν κατὰ δύο τρόπους 3 γίνεται, ἀκυρίαν καὶ παραφθοράν· ἀκυρίαν μέν, οἶον, ἐὰν εἴπῃ τις ‘ἐρωτῶ καὶ παρακαλῶ’ ἀντὶ τοῦ δέομαι, ἀκύρως εἴρηκε· τὸ μὲν γὰρ παρακαλεῖν ἢ καλεῖν ἐστιν ἢ προτρέπεσθαι, τὸ δὲ ἐρωτᾶν πυνθάνεσθαι. παραφθορὰν δέ, οἷον, ὃ καλοῦσι διάζωμα, ἐάν τις εἴπῃ διαζώστραν ἢ τὸ αἱμωδεῖν ἀμμωδεῖν καὶ τὰ τοιαῦτα.