# Περὶ μεθόδου δεινότητος 16

Hermogenes, Περὶ μεθόδου δεινότητος, Section 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-2/16

Περὶ παρίσου καὶ πῶς γέκεται. 16 Πάρισον σχῆμα ἔστι τε καὶ λέγεται, ὅταν τὸ αὐτὸ ὄνομα ἄλλην καὶ ἄλλην προσλαβὸν συλλαβὴν διαφερούσας διανοίας ἔχῃ. παρὰ μὲν Ἰσοκράτει οὕτως «ἐὰν ᾖς φιλομαθής, ἔσῃ πολυμαθής»· τὸ γὰρ μανθάνειν ἐν ἀμφοτέροις ἐστίν, ἀλλ᾿ ὅπου μὲν τὸ πολυ πρόσκειται καὶ σημαίνει τὸν πολλὰ εἰδότα, ὅπου δὲ τὸ φιλο πρόσκειται καὶ ἔστιν ὁ ἡδέως μανθάνων. καὶ παρὰ τῷ Θουκυδίδῃ «καὶ προεπιβουλεύειν αὐτοῖς μᾶλλον ἢ ἀντεπιβουλεύειν»· τὸ γὰρ ἐπιβουλεύειν ἐν ἀμφοτέροις εἴρηται, ἀλλ᾿ ὅπου μὲν πρόσκειται προ καὶ σημαίνει τὸ φθάνειν ἐπιβουλεύοντα, ὅπου δὲ ἀντι πρόθεσις καὶ δηλοῖ τὸ ἀμύνεσθαι δεύτερον.

---

Hermogenes, Περὶ μεθόδου δεινότητος, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg005.local001/.
