# Περὶ τῶν στάσεων 13

Hermogenes, Περὶ τῶν στάσεων, ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/13

Ἀτελὴς δὲ ἐκ μόνων προσώπων ἁπλοῦς οὐ γίνεται κατά γε ἐμὲ στοχασμός, καὶ τοῖς γε ἐπεσκεμμένοις τὰ εἰρημένα ὀλίγῳ πρότερον περὶ τῶν κρινομένων πραγμάτων σαφέστατον εἶναι τοῦτο νομίζω. τεθείκασι δʼ οὖν τινὲς ὡς ἀτελοῦς ἁπλοῦ παράδειγμα, λέγοντες μόνον τὸ πρόσωπον κρίνεσθαι ἐνταῦθα· ἀσώτου πατὴρ ἀφανὴς γέγονε, καὶ φεύγει φόνου. πρῶτον οὖν ἐρήσομαι αὐτούς, εἰ οὐκ ἔστιν ἐνταῦθα τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους. καὶ μὴν ἔστι, τὸ ἐκποδὼν εἶναι τὸν πατέρα· τοῦτο δὲ οὐ τοῦ προσώπου ἀλλὰ τοῦ πράγματός ἐστιν. ἀλλὰ μετάθεσιν αὐτὸν τῆς αἰτίας οὐκ ἀπαιτήσομεν; ἀλλὰ καὶ τοῦτο· εἰ δὲ μή, τίς ἔσται ἀπολογία; πῶς οὖν ἀγωνιεῖται μὴ ἔχων πρᾶγμα; τί δαί; τῇ πιθανῇ ἀπολογίᾳ οὐ χρήσεται; οἶμαι καὶ τοῦτο. πῶς οὖν ἀτελὴς ὁ τοιοῦτος; ἀλλʼ ἧττον ἰσχύει τὰ πράγματα ἐνταῦθα ἢ ἐν τῷ θάπτοντι τὸ νεοσφαγὲς σῶμα· καὶ γὰρ ἐν πᾶσι στοχασμοῖς ἧττον ἰσχύει τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὅταν ἀφʼ ὧν ἄλλοι πεποιήκασι κρίνηταί τις, ἄλλως τε καὶ ὅταν μὴ εἰς αὐτὸν ἄντικρυς ἀναφέρηται, ὡς ἐπὶ τοῦ Ἀρχιδάμου τοῦ κρινομένου δώρων, ἐπειδὴ ἔγραψεν ὁ Περικλῆς ἐν τοῖς λογισμοῖς εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
