# Περὶ τῶν στάσεων 15

Hermogenes, Περὶ τῶν στάσεων, ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/15
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hermogenes/text-3/15
CTS URN: urn:cts:greekLit:tlg0592.tlg002:15

Διπλοῦς τέλειος γίνεται, ὅταν δύο πρόσωπα καὶ δύο πράγματα κρινόμενα ἔχῃ, οἷον Αἰσχίνης καὶ Δημοσθένης ἀπὸ τῆς παρὰ Φίλιππον ἥκοντες πρεσβείας ἀντεγκαλοῦσι δώρων ἀλλήλοις, ἐπειδὴ ὃ μὲν χρυσίον εὕρηται κατορύττων, ὁ Δημοσθένης, ὃ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς, ὁ Αἰσχίνης. ἐνταῦθα ἡ μὲν τῶν ἐλέγχων ἀπαίτησις, ἐπειδὴ ἰσάζει, ἐκλέλοιπε, τοῖς δὲ λοιποῖς κεφαλαίοις ἐπʼ ἀμφοτέρων χρηστέον διττῶς, οἷον ῾ ἐγὼ μὲν οὐκ ἂν ἠβουλήθην παραπρεσβεῦσαι διὰ τόδε, σὺ μέντοι ἐβουλήθης ἂν διὰ τόδε᾿, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἓν πρὸς ἓν ἀντιτιθέντες ἐξετάσομεν· τὸ γὰρ διελεῖν καὶ χωρὶς μὲν ἀπολογήσασθαι δι᾿ ὅλων τῶν κεφαλαίων, χωρὶς δὲ κατηγορῆσαι πάλιν τοῖς αὐτοῖς κεφαλαίοις οὐκ ἀγωνιστικὸν ἀλλὰ σφόδρα ὕπτιον· συμπλέκειν οὖν δεῖ.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
