# Περὶ τῶν στάσεων 2-10

Hermogenes, Περὶ τῶν στάσεων, Περὶ συλλογισμοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/2-10

Ἐπὶ δὲ τοῦ παραδείγματος ἔσται φανερώτερον, οἷον ὀνομαστὶ κωμῳδεῖν ὁ νόμος ἐκώλυσεν, αὐτοπροσώπους εἰσάγων τις τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ ὡς ὀνομαστὶ κωμῳδῶν. — προβολὴ τοῦ πράγματος ῾παρὰ τὸν νόμον κωμῳδεῖς τοὺς πολίταςʼ. — Τὸ ῥητὸν ῾ καὶ μὴν οὐκ ὠνόμασα οὐδένα· τοῦτο γάρ ἐστι τὸ κωλυόμενονʼ. — συλλογισμός, εἰ μηδὲν διαφέρει τοῦτο ἐκείνου. — Ὁ ὅρος, ὅτι πλεῖστον διαφέρει. — Ἡ γνώμη τοῦ νομοθέτου κοινή, τί βουλόμενος ἐκώλυσε τοῦτο ὁ νομοθέτης· ὁ μὲν διώκων ἐρεῖ ὅτι ῾ ἀνελεῖν βουλόμενος τὸ ἁπλῶς καὶ ἀνευθύνως διαβάλλειν ὁντινασῦν τῶν πολιτῶν, ἐφʼ ὅτῳ ἂν οὗτοι ἐθέλωσιν ἐγκλήματιʼ, ὁ δʼ αὖ φεύγων ῾ οὐ διὰ τοῦτοʼ ἔρεῖ, ῾ ἀλλʼ ἐπιστρέφεσθαι μὲν αὐτοὺς διὰ τῆς κωμῳδίας ἐβούλετο, οὔκουν ἀνεῖλε παντάπασι τὴν κωμῳδίαν· ὑπομνήματα δὲ τοῖς μετὰ ταῦτα γενησομένοις ἢ τοῖς τότε οὖσιν ἀνθρώποις λοιδορίαν περιέχοντα τῶν πολιτῶν τινος οὐκ ἐβούλετο εἶναι. μὴ ὄντων δὲ τῶν ὀνομάτων ἡ μὲν ἐπιστροφὴ γίνεται διὰ τῶν προσώπων, ἡ δὲ εἰς τὸν μετὰ ταῦτα χρόνον μνήμη περιῄρηται καὶ ἡ πρὸς τοὺς ἄλλους ἀνθρώπους διαβολή᾿ . — Ἡ πηλικότης ὡς ἐν τῷ ὅρῳ, ὅτι μέγα τὸ γινόμενον. — Ὁ δὲ βίαιος ὅρος, εἰ καὶ ὀνομαστὶ κωμιῳδεῖν τοῦτό ἐστι. — Τὸ πρός τι καὶ τὰ ἐξῆς πάντα καθάπερ καὶ ἐν τῷ ὅρῳ ἐξετασθήσεται.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
