# Περὶ τῶν στάσεων 2-11

Hermogenes, Περὶ τῶν στάσεων, Περὶ ἀμφιβολίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/2-11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hermogenes/text-3/2-11
CTS URN: urn:cts:greekLit:tlg0592.tlg002:2-11

Πρὸς οὖν ἐπίσκεψιν τῶν κεφαλαίων ἔστω ζήτημα τόδε· ἑταίρα χρυσία εἰ φοροίη, δημοσια ἔστω, πεφώραται φοροῦσά τις ἑταίρα χρυσία καὶ δημοσίαν τίς φησιν αὐτὴν εἶναι, ἣ δὲ οὐκ αὐτὴν εἶναι δημοσίαν φησί, τὰ χρυσία δέ. ἡ προβολὴ τοῦ ῥητοῦ ῾ δημοσίαν σε εἶναι κελεύει ὁ νόμοςʼ. — Ἡ ἑτέρα προβολὴ κατὰ τὸ ἀμφίβολον οὐκ ἐμὲ ἀλλὰ τὰ χρυσία᾿ . — Ἡ γνώμη τοῦ νομοθέτου ὑπʼ ἀμφοῖν πρὸς τὸ λυσιτελοῦν ἐξετάζεται, οἷον τιμωρίας ἄξιον τοῦτο ὑπέλαβεν ὁ νομοθέτηςʼ, καὶ ὃ μὲν ἐρεῖ ὅτι ῾ τῆς μεγίστηςʼ, ἣ δὲ ὅτι ῾ τιμωρίας μὲν ἀλλὰ μετρίας, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἀδικημάτων κατὰ λόγον τὰς τιμωρίας ἔταξε᾿ . — Τὸ περιέχον καὶ περιεχόμενον, ὅτι τῆς μὲν ἑταίρας δημοσίας γενομένης καὶ τὰ χρυσία ἔσται δημόσια, τῶν δὲ χρυσίων μόνων γενομένων δημοσίων ἡ ἑταίρα ἀφεῖται. — Ἡ ἀντίθεσις εὐθύς ἕπεται· ἔστι γὰρ οἷον ἀντεγκληματική, κατὰ ἑταίρας λόγον περαίνοντος τοπικῶς τοῦ κατηγόρου. — Ἧι πάλιν ἕπεται ἡ μετάληψις, οἷον ῾ εἰ καὶ ἑταίρα, ἀλλʼ ἰδίαν ἔχουσά γε τῆς προαιρέσεως ταύτης ἐπιτιμίαν τὸ μὴ ὁμοίαν εἶναι ταῖς ἐλευθέραις μηδὲ τῶν αὐτῶν ἀξιοῦσθαιʼ, καὶ ἅμα ἐλεεινολογήσεται δηλαδὴ πενίαν προβαλλόμενος ἤ τι τοιοῦτον ὁ λέγων ὑπὲρ αὐτῆς. — Ἡ ποιότης καὶ ἡ γνώμη ὡς ἐν τοῖς ἔμπροσθεν. συμβέβηκε δὲ ἐν τούτῳ τῷ ζητήματι καὶ πλείονά γε τὴν ἐξέτασιν τῆς γνώμης εἶναι, εἰ καταφρονήσασα ἢ ἄλλως ἀγνοήσασα τὸν νόμον ἐφόρεσε τὰ χρυσία.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
