# Περὶ τῶν στάσεων 2-4

Hermogenes, Περὶ τῶν στάσεων, Περὶ ὅρου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/2-4

Ἡ προβολή ἐστιν αὐτὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· ὁ ὅρος χωρίζει τὸ πρᾶγμα καὶ γίνεται ἐκ τῶν παρειμένων τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους· οἷον τύραννον ἔπεισε φιλόσοφος ἀποθέσθαι τὴν τυραννίδα καὶ αἰτεῖ τὸ γέρας. ἡ προβολὴ ῾ ἔπαυσα τὴν τυραννίδα καὶ δεῖ λαμβάνειν με τὴν δωρεάνʼ· τοῦτο δὲ δηλονότι αὔξων ἀπὸ τῶν παρακολουθούντων τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους θήσει. — Ὁ ὅρος ἐκ τῶν παρειμένων ῾ οὐκ ἔστι τοῦτο τυραννοκτονῆσαιʼ, ἀλλὰ ὁριεῖται τοῦτο εἶναι, ὃ παρεῖται, τὸ ἀποκτεῖναι αὐτόν. — Ὁ ἀνθορισμὸς πάλιν ἐκ τῶν πεπραγμένων, οἷον ῾ οὐχί, ἀλλὰ τὸ παῦσαι τὴν τυραννίδα᾿ . — Ὁ συλλογισμὸς συνάγει ἄμφω· μηδὲν γὰρ ἀλλήλων διαφέρειν ταῦτα ἀγωνιεῖται ὁ τὴν δωρεὰν δηλαδὴ αἰτῶν. καὶ καθόλου, ὃν τρόπον ἔφαμεν τὴν ἀντίληψιν τῇ μεταλήψει μάχεσθαι, τὸν αὐτὸν καὶ ὁ συλλογισμὸς τῷ ὅρῳ πανταχοῦ, καὶ ἔνθα ἂν ὁποτέρῳ γοῦν αὐτῶν ὁπότερον μέρος χρήσηται, τῷ λοιπῷ τὸ ἕτερον χρήσεται πάντως. — Ἡ γνώμη τοῦ νομοθέτου ὑπʼ ἀμφοῖν πρὸς τὸ οἰκεῖον συμφέρον ἐξετασθήσεται. — Ἡ πηλικότης ὅτι μέγα τὸ γεγονὸς ἀποδείξει. — Τὸ δʼ αὖ πρός τι, ὅτι καὶ μεῖζον τὸ ἄνευ σφαγῶν καὶ θορύβου καὶ ταραχῆς παῦσαι τὴν τυραννίδα τοῦ μετὰ τούτων. ― Ἡ δὲ ἀντίθεσις ἐνταῦθα μὲν οὐκ ἐμπέπτωκεν, ἐπὶ δὲ ἄλλων εὑρίσκεται ζητημάτων πολλάκις, οἷον εὐνοῦχόν τις εὑρὼν ἐπὶ τῇ γυναικὶ ὡς μοιχὸν ἀπέκτεινε καὶ φόνου φεύγει· μετὰ γὰρ τὸ τίς ὁ μοιχὸς ζήτημα διὰ τῶν προειρημένων περανθὲν ἀντεγκαλέσει ὡς ἀξίῳ παθεῖν, ἃ πέπονθε. — Τούτῳ δὲ ἕπεται ἀναγκαίως ἡ μετάληώψις, ἥτις ἐστίν, ὅτι κρίνειν ἔδει καὶ κατηγορεῖν. — Μεταλήψεως δὲ εὑρεθείσης πάντως τις ἔσται καὶ ἀντίληψις, ὅτι ἐξῆν. — Ἡ ποιότης δὲ ἀπὸ τῶν παρακολουθούντων τῷ προσώπῳ λαμβάνεται· κἂν μὲν ᾖ ὡρισμένον τὸ πρόσωπον, ἀπὸ πάντων δηλαδὴ τῶν ἐγκωμιαστικῶν, εἰ δὲ ἄλλως ἀόριστον, εἰ μὲν τῶν κρινομένων εἴη οἷον πατὴρ ἤ τι τῶν προειρημένων ἐν τοῖς περὶ προσώπων, τὰ παρακολουθοῦντα σκεψάμενοι λέξομεν, εἰ δὲ ἀόριστον πάντῃ, ἀπὸ τοῦ νῦν πεπραγμένου στοχαστικῶς ἐξετάσομεν, τίς ἦν τὸν παρελθόντα χρόνον καὶ τίς ἔσται μετὰ ταῦτα, εἰ ἀφεθείη εἴθʼ ἁλοίη· ἐπʼ ἀμφοῖν γὰρ τὴν ποιότητα ἐξετάζομεν. — Ἡ γνώμη ὡσαύτως ὑπʼ ἀμφοῖν ἐξετασθήσεται, ποίᾳ γνώμῃ τόδε τι ἔπραξε, καὶ ποίᾳ γνώμῃ κατηγορεῖ ἢ ἀντιλέγει καὶ τὰ ὅμοια. ἡ μέντοι κοινὴ ποιότης συμπεπλεγμένως ἐνταῦθα τῇ ποιότητι τοῦ προσώπου καὶ τῇ γνώμῃ ἐξετασθήσεται.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
