# Περὶ τῶν στάσεων 2-9

Hermogenes, Περὶ τῶν στάσεων, Περὶ ἀκτινομίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/2-9

Οὑτωσὶ δὲ διαιρήσεις· προβολῇ ῥητοῦ, διανοίᾳ, ἑτέρᾳ προβολῇ ῥητοῦ καὶ πάλιν ἑτέρᾳ διανοίᾳ. — Τῶν δὲ ἐφεξῆς κεφαλαίων τινὰ ὡς ἐπὶ τὸ πλεῖστον ἐκλείπει διὰ τὸ ἰσάζειν, οἷον ἕπεται μὲν τούτοις ὥσπερ ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ τὸ μὴ προσδιωρίσθαι καὶ ἡ ἑτέρα διάνοια τοῦ νομοθέτου καὶ ὁ συλλογισμὸς καὶ ὁ πρὸς αὐτὸν ὅρος· ἰσάζειν δέ πως δοκεῖ ταῦτα ἐπʼ ἀμφοῖν τοῖν μεροῖν παραπλησίως λέγεσθαι δυνάμενα, καὶ χαλεπὸν αὐτοῖς χρῆσθαι δυνηθῆναι. — Τὰ μέντοι μετὰ ταῦτα κεφάλαια δῆλά ἐστιν, οἷον ἀννίθεσις, μετάληψις, πρός τι, ὁ βίαιος ὅρος, ἡ θέσις, ἑτέρα μετάληψις, ἀντίληψις, εἶτα ποιότης καὶ γνώμη. — Ἴδιον δὲ ἀντινομίας κεφάλαιον παρὰ τὴν ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ διαίρεσιν ἡ περὶ τοῦ πότερον περιέχει καὶ πότερον περιέχεται τῶν ῥητῶν ζήτησις, οἷον ποτέρου γενομένου μηδέτερον ἀναιρεθήσεται τῶν ῥητῶν· ὅπερ κεφάλαιον μετὰ τὸ πρός τι τεθήσεται.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
