# Περὶ τῶν στάσεων 4

Hermogenes, Περὶ τῶν στάσεων, ΠΕΡΙ ΤΩΝ ΣΤΑΣΕΝΩ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/4

Τῶν οὖν προσώπων τὰ μέν ἐστιν οἷα καὶ δύνασθαι ἐξετάζεσθαι, τὰ δὲ οὔ, τόπον δὲ ἄλλως ἐπέχει προσώπου. τῶν δʼ αὖ ἐξεταζομένων ἰσχυροτάτην μὲν ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια, οἷον ὁ Περικλῆς, ὁ Δημοσθένης καὶ τὰ τοιαῦτα· δευτέραν δὲ τὰ πρός τι, οἷον πατήρ, υἱός, δοῦλος, δεσπότης· τρίτην τὰ διαβεβλημένα, οἷον ἄσωτοι, μοιχοί, κόλακες· τετάρτην τὰ ἠθικά, οἷον γεωργοί, λίχνοι καὶ τὰ ὅμοια· πέμπτην τὰ κατὰ συμπλοκὴν δύο προσηγοριῶν, οἷον νέος πλούσιος, τούτων γὰρ ἑκάτερον ἰδίᾳ μὲν σμικρὸν ἢ οὐδὲν ἰσχύει, συμπλακέντα δὲ εἰς ἓν ἄμφω δύναται κρίσιν ἀναδέξασθαι· ἕκτην τὰ κατὰ συμπλοκὴν προσώπου καὶ πράγματος, οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας· ἑβδόμην τὰ ἁπλᾶ προσηγορικά, οἷον στρατηγός, ῥήτωρ. ταυτὶ δὲ δῆλον μὲν ὡς καὶ καθʼ ἓν ἐμπίπτει τοῖς ζητήμασι καὶ κατὰ πλείονα. αὐτίκα ὁ Δημοσθένης καὶ πατὴρ ἦν δήπου καὶ ῥήτωρ καὶ πρεσβευτής, ἤδη δὲ καὶ στρατιώτης· ὅθεν καὶ μείζονα ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια· ἀλλὰ δεῖ περὶ ἑκάστου τῆς δυνάμεως ἰδίᾳ γνόντα χρῆσθαι, ὡς ἂν ὁ καιρὸς διδῷ.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
