# Περὶ τῶν στάσεων 5-3

Hermogenes, Περὶ τῶν στάσεων, ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/5-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hermogenes/text-3/5-3
CTS URN: urn:cts:greekLit:tlg0592.tlg002:5-3

Τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἔστι μὲν ὡς ἐπὶ τὸ πλεῖστον τοῦ κατηγόρου, γίνεται δὲ καὶ αὔξεται, ἀφʼ ὧνπερ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις· ἔστι δὲ τάδε· τίς, τί, ποῦ, πῶς, πότε, διὰ τί. — Κἂν μὲν ᾖ τοῦ κατηγόρου μόνου ταῦτα, τὰ ἑξῆς ἔσται κεφάλαια πάντα πλὴν τῆς μεταλήψεως τοῦ φεύγοντος, εἰ ἐγχωροίη πᾶσι χρῆσθαι. — Ἐὰν δὲ κοινὰ ᾖ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους — εὑρίσκεται γάρ ποτε καὶ οὕτως ἔχων στοχασμός —, ἔσται καὶ τὰ λοιπὰ κεφάλαια κοινὰ ἀμφοῖν. παράδειγμα τοῦ κοινὰ ἔχοντος τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· ἀπέκειτο κατά τινος γραφὴ τυραννίδος ἐπιθέσεως, ὁ ἀδελφὸς αὐτοῦ ἀριστεύσας ᾔτησεν εἰς τὸ γέρας ἀναίρεσιν τῆς γραφῆς καὶ ἔλαβεν, ἐτυράννησεν ἐκεῖνος, καὶ καθελὼν αὐτὸν οὗτος συνειδότος φεύγει· τῇ μὲν γὰρ ἀναιρέσει τῆς γραφῆς καὶ τοῖς περὶ ταῦτα ὁ κατήγορος χρήσεται, τῷ δὲ ἀπεκτονέναι καὶ τοῖς περὶ τοῦτο ὁ φεύγων, καὶ δεῖ ἀμφοτέρους λῦσαι τὰ ἀλλήλων. — Μόνου δὲ τοῦ φεύγοντος γενέσθαι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀδύνατον.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
