# Περὶ τῶν στάσεων 5-7

Hermogenes, Περὶ τῶν στάσεων, Περὶ ἀκτινομίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/5-7

Ἡ δὲ ἀντίθεσις διπλῆ παρʼ ἀμφοῖν, οἷον ῾ ἀλλὰ ἀποκήρυκτος εἶʼ, καὶ καταδρομὴ ἐνταῦθα τοπική· ὃ δὲ ῾ἀλλʼ ἐπέμεινα τῇ νηίʼ, καὶ ἔστιν οἷον ἀντιστατικόν τι ἐνταῦθα καὶ ἔκφρασις τῶν περὶ τὸν χειμῶνα. — Ἡ μετάληψις πάλιν διπλῆ· ὁ μὲν γὰρ ἀποκήρυκτος ἐρεῖ ὅτι ῾ οὐ δικαίως ἂν εἰργοίμην τῆς νεώς, εἰ καὶ τοιοῦτος εἴην· οὐ γὰρ νῦν καιρὸς ταῦτα κατηγορεῖνʼ, ὃ δὲ ῾ ἐφʼ ἑτέροις ἔδει ἀνδρίζεσθαι καὶ μὴ ἐπὶ τούτοιςʹ. — Τὸ πρός τι, πότερον φυλάξαι βέλτιον τῶν νόμων, εἰ ἐγχωροίη λέγειν, ὅτι ὃ μὲν παλαιός, ὃ δὲ νέος, καὶ ὃ μὲν ὑπὸ Σόλωνος τεθείς, ἂν οὕτω τύχῃ, δὲ ὑπὸ τοῦδε, καὶ ὃ μὲν κοινός, ὃ δὲ ἴδιος, καὶ ὃ μὲν περὶ τὰ μέγιστα ἔχων, ὃ δὲ περὶ τὰ μικρά, καὶ ὅτι τούτου μὲν λυθέντος μεγάλα ἡ πόλις βλαβήσεται, θάτερος δʼ εἰ λυθείη, βραχέα ἢ οὐδέν. — Ἐπὶ τούτοις ἐστὶ καὶ τὸ ἴδιον μᾶλλον ἀντινομίας κεφάλαιον, πότερον τὸ περιέχον αὶ πότερον τὸ περιεχόμενον, οἷον ποτέρου γενομένου οὐδέτερος ἀναιρεθήσεται τῶν νόμων. κἀνταῦθα μὲν χαλεπῶς φανεῖται ἡ φύσις τοῦ κεφαλαίου, ἐπὶ δὲ τοῦ ζητήματος τοῦδε σαφέστερον ἔσται· δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας, καὶ ἣ μὲν γάμον, ἣ δὲ θάνατον αἱρεῖται τοῦ βιασαμένου· ἡ γὰρ ἀξιοῦσα αὐτὸν τεθνάναι ἐρεῖ, ὅτι ἀμφοτέραις δώσει δίκην, εἰ τεθναίη, εἰ δὲ δὴ γήμῃ τὴν ἑτέραν, θάτερον μέρος ἄκυρον ἔσται τοῦ νόμου. — Ὁ βίαιος ὅρος ῾ εἰ μηδὲ τοῦ πατρός ἐστιν ἡ ναῦς, τοῦ δὲ κλύδωνοςʼ ἢ ῾ εἰ μηδὲ τοῦ πατρός, ἀλλʼ οὐδʼ ἑτέρου τινός᾿ . — θέσις δὲ καὶ τὰ ἑξῆς, εἰ ἐμπίπτοι, ἐξετασθήσεται ὡς ἐν ταῖς ἀντιθετικαῖς.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
