# Περὶ τῶν στάσεων 6

Hermogenes, Περὶ τῶν στάσεων, ΠΕΡΙ ΤΩΝ ΣΤΑΣΕΝΩ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/6

Ὥσπερ δὲ τῶν προσώπων, οὕτω καὶ τῶν πραγμιάτων ἔστι διαφορά. καὶ ἰσχυροτάτην μὲν ἐξέτασιν ἐπιδέχεται ταῦτα, ἐφʼ οἷς τις αὐτὸς ὡς ποιήσας κρίνεται, ὡς ὁ θάπτων τὸ νεοσφαγὲς σῶμα ἐπʼ ἐρημίας καὶ φωραθεὶς καὶ φόνου φεύγων· δευτέραν δέ, ὅταν ἑτέρου πράξαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρηται τὸ κρινόμενον, οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι καὶ κρίνεται προδοσίας· τρίτην, ἃ μεταξὺ τούτων ἐστίν, οἷον ἔγραψεν ὁ Περικλῆς εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα, καὶ Ἀρχίδαμος δώρων φεύγει· τὸ γὰρ τῶν πεντήκοντα ταλάντων ἀναφέρεται μὲν ἄντικρυς εἰς αὐτὸν οὐδαμῶς, διὰ δὲ τὰ ἄλλα καὶ τοῦτο ἐνδέχεται ἐξετασθῆναι ὡς ἀναφερόμενον. ἀπέοικε δὲ οὐδὲν τοῦ ζητήματος τούτου καὶ ὁ ἄσωτος ὁ ἐπὶ τῷ πατρὶ ἀφανεῖ γενομένῳ φόνου φεύγων· καὶ οὐκ ἀγνοῶ γε, ὡς ῷήθησαν τινὲς μὴ εἶναι τὸ πρᾶγμα ἐνταῦθα κρινόμενον, θαυμάζω δέ, εἰ μὴ κρινομένου πράγματος αἰτίαν τις ἀποδώσει καὶ τὸ λεγόμενον χρῶμα, ἀπολογήσεται δὲ οἶμαι ὁ ἄσωτος καὶ ἐρεῖ τι.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
