# Περὶ τῶν στάσεων 7-3

Hermogenes, Περὶ τῶν στάσεων, ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/7-3

Ἡ μετάληψις ἀεὶ ἐναντία ἐστὶ τῇ ἀντιλήψει, οὐκ στοχασμῷ μόνον, ἀλλʼ ὅλως ἔνθα ἂν εὑρίσκηται· καὶ ἐὰν τὸ ἕτερον μέρος τῶν ἀντιδίκων ὁποτερῳοῦν τούτων χρήσηται, τῇ ἀντιλήψει λέγω ἢ τῇ μεταλήψει, τῷ ἑτέρῳ πάντως τὸ ἕτερον χρήσεται. — Γίγνεται δὲ ἡ μετάληψις κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν. καὶ ἡ μὲν ἔνστασις βίαιόν τί ἐστι — φήσει γὰρ μηδὲ ἐξεῖναι —· ἡ δὲ ἀντιπαράστασις κατασκευάζει, ὅτι, εἰ καὶ ἔξεστιν, ἀλλʼ οὐχ οὕτως οὐδὲ ἐπὶ τούτοις, οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας· βιάσεται ὁ διώκων μὴ ἐξεῖναι καλλωπίζεσθαι ἀνδράσιν, εἶτα ὅτι, εἰ καὶ ἔξεστιν, οὐχ οὕτως οὐδὲ ἐπὶ τούτοις. ποτέρῳ δὲ πρότερον χρηστέον, τῇ ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οὐ ῥᾴδιον εἰπεῖν· ἄλλοτε γὰρ ἄλλην διὰ τὰς φύσεις τῶν πραγμάτων λαμβάνει τάξιν. δεῖ δὲ ὁρᾶν, μὴ σφόδρα ἀναιδὲς ἔν τισιν ᾖ τὸ ἐξ ἀρχῆς φάσκειν μὴ ἐξεῖναι, δεύτερον δὲ τιθέμενον μᾶλλον ἰσχύειν δύναται, καὶ ὡς ἂν ἡ χρεία μᾶλλον ἀπαιτῇ μεθοδεύειν.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
