# Περὶ τῶν στάσεων 8

Hermogenes, Περὶ τῶν στάσεων, ΠΕΡΙ ΤΩΝ ΣΤΑΣΕΝΩ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/8

Μετὰ ταῦτα τοίνυν ἔστιν ἐξ αὐτῶν ἐπιγνῶναι τά τε συνεστῶτα καὶ διαιρεῖσθαι δυνάμενα τῶν ζητημάτων καὶ ὅσα μὴ συνέστηκε. τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενον ἢ τὸ ἕτερόν γε πάντως καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους σὺν τῷ πιθανῷ διαφόρους τε καὶ ταῖς πίστεσιν ἰσχυρούς, ἔτι τε — ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖς — τὸ τῆς κρίσεως ἀφανὲς καὶ μὴ προειλημμένον δυνάμενόν τε πέρας λαβεῖν συνέστηκε· τὰ δʼ οὑτινοσοῦν τούτων ἐνδεᾶ ταῦτα ἀσύστατά ἐστιν. εἰρήσεται δὲ καὶ κατʼ εἶδος.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
