# Περὶ τῶν στάσεων 9-2

Hermogenes, Περὶ τῶν στάσεων, ΔΙΑΙΡΕΣΙΣ ΤΩΝ ΣΤΑΣΕΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-3/9-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/hermogenes/text-3/9-2
CTS URN: urn:cts:greekLit:tlg0592.tlg002:9-2

Ἡ πιθανὴ ἀπολογία ἀναστρέφουσά ἐστι πρὸς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· οἷς γὰρ ὁ ἕτερος χρήσεται ὡς σημείοις τοῦ εἶναί τι, τούτοις ὁ ἕτερος ὡς σημείοις χρήσεται τοῦ μὴ εἶναί τι, οἷον ῾ ὅπου ἀφορᾷς καὶ δακρύεις, τυραννήσειςʼ· ῾ καὶ μὴν εἰ ἔμελλον τυραννεῖν, οὐκ ἂν ἀφεώρων, ὥστε εἶναι καταφανήςʼ. ─ Τὸ δὲ κεφάλαιον τοῦτο ἔστιν ὅτε ἐκλείπει· καὶ ἐκλείπει γε, ὅταν τὰ σημεῖα, ἀφʼ ὧν ἡ κρίσις, ἀναγκαίως ἑπόμενα ᾖ τῷ πράγματι, ἐφʼ ᾧ ἡ κρίσις, οἷον τῷ ἐπιτιθεμένῳ τυραννίδι ἀναγκαῖον ὅπλα παρασκευάσασθαι. σκέψαι τοίνυν· σκηπτοῦ κατενεχθέντος εἰς τὴν Περικλέους οἰκίαν εὕρηνται χίλιαι πανοπλίαι, καὶ φεύγει τυραννίδος ἐπιθέσεως· οὐ δύναται εἰπεῖν ἐνταῦθα τὸ ῾ εἰ ἔμελλον τυραννεῖν, οὐκ ἂν ὅπλα παρεσκευασάμηνʼ. ἐν τοῖς τοιούτοις τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ὁ κατήγορος καὶ ὁριστικῶς ἐξετάσει ἔστιν ὅτε, ὡς ἐπὶ τοῦ καλλωπιζομένου μειρακίου καὶ πορνείας φεύγοντος· αὐτὸ γὰρ τὸ καλλωπίζεσθαι καθʼ ἑαυτὸ πορνείαν ἐρεῖ ὁ κατήγορος βιαίως. ἡ μέντοι πιθανὴ ἀπολογία κἀνταῦθα ἐκλέλοιπεν, ἀντεισενεκτέον δὲ εἰς τὸ κατʼ αὐτὴν κεφάλαιον τὸ ῾ μὴ ἀντιστρέφειν τὸ πρᾶγμαʼ· τούτῳ γὰρ ἔστι καὶ μόνῳ ἴσχυρίζεσθαι ἐνταῦθα οἷον ῾ οἱ μὲν μέλλοντες τυραννεῖν ὅπλα παρασκευάζονται, οὐ μὴν οἵ γε παρασκευαζόμενοι καὶ τυραννίδι ἐπιτίθενται· ἔστι γὰρ καὶ ἄλλου τινὸς ἕνεκα παρασκευάσασθαι ὅπλαʼ, καὶ πάλιν ῾ οἱ μὲν πορνεύοντες καλλωπίζονται, οὐ μὴν οἵ γε καλλωπιζόμενοι πάντως καὶ πορνεύουσιν· ἔστι γὰρ καὶ διʼ ἄλλο τι καλλωπίζεσθαιʼ, καὶ ἐρεῖ δηλαδή, ὅσα κἀν τῇ μεταθέσει τῆς αἰτίας.

---

Hermogenes, Περὶ τῶν στάσεων, ed. Hugo Rabe. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg002.local001/.
