# Περὶ ἰδεῶν λόγου 1-13

Hermogenes, Περὶ ἰδεῶν λόγου, Β, Περὶ ἀληθινοῦ λόγοι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/1-13

7 Ὁ ἐνδιάθετος καὶ ἀληθὴς καὶ οἷον ἔμψυχος λόγος τὸ μὲν πλεῖστον ἔχει περὶ τὴν μέθοδον καὶ τὰ σχήματα τήν τε λέξιν καὶ ὅσα τούτοις ἕπεται, γίνεται μὴν καὶ κατʼ ἔννοιαν· αἱ γὰρ ἀφελεῖς πᾶσαι πάντως εἶεν ἂν τοῦ ἐνδιαθέτου, ἢ πῶς ἂν ἔτι τὸ ἦθος ἔχειν δύναιντʼ ἂν ἀκριβῶς; τάχα δʼ ἂν καὶ αἱ ἐπιεικεῖς τούτου τοῦ εἴδους εἶεν. ἴδιαί γε μήν εἰσιν ἔννοιαι παρὰ τὰς προειρημένας τοῦ οἷον ἐμψύχου λόγου αἱ σχετλιαστικαί, οἷον «αὐτὸς ὢν οἶμαι θαυμάσιος στρατιώτης, ὦ Ζεῦ»· μετὰ γὰρ τὴν γενομένην κατὰ τὴν εἰρωνείαν βαρύτητα ἐπήγαγε τὸ «ὦ Ζεῦ», ἑτέρα δέ τις αὕτη δήπουθεν παρὰ τὴν προειρημένην ἐστὶν ἔννοια τὸ «ὦ Ζεῦ» σχετλιαστική. τοιοῦτόν ἐστι καὶ τὸ «ἀλλʼ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί», ἀλλʼ ἴσως τοῦτο κατὰ τὴν μέθοδον, οὐ κατὰ τὴν ἔννοιαν· τὸ μέντοι «καὶ Χαρίδημον εἰ χρὴ φρουρεῖν, βουλεύεσθε; Χαρίδημον; οἴμοι» ἔχει τινὰ καὶ ἰδίαν ἐν τῷ ‘οἴμοι’ ἔννοιαν. καὶ μυρία τούτου παρὰ Δημοσθένους λάβοις ἂν παραδείγματα.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
