# Περὶ ἰδεῶν λόγου 1-15

Hermogenes, Περὶ ἰδεῶν λόγου, Β, Περὶ τοῦ ἀπλῶς πανηγυρικοῦ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/1-15

Ἔστι δὲ σχεδὸν οὐ ῥάδιον περὶ τοῦ ἁπλῶς πανηγυρικοῦ 12 ἀποφήνασθαί τι, πλὴν τοσοῦτον, ὅτι πάντʼ ἐκεῖνα τὰ εἴδη, ἐξ ὧν ἔφαμεν τὸν κάλλιστον πανηγυρικὸν καὶ Πλατωνικὸν γίνεσθαι λόγον, δύναται καὶ καθʼ αὐτὰ ἕκαστα πλεονάσαντα ποιῆσαί τινα τύπον πανηγυρικόν, οἶον σεμνότης μόνη, ἀφέλεια, πάλιν γλυκύτης, καθαρότης, ἐπιμέλεια, ἅπανθ’ ἀπλῶς τὰ προειρημένα· καὶ φααίνονταί γε οὕτως καὶ οἱ εὐδοκιμοῦντες τῶν ἀρχαίων κατὰ τὸ πανηγυρικὸν χρησάμενοι τῷ λόγῳ, περὶ ὧν ῥητέον. — Ἀνάγκη δὲ πρῶτον τοσοῦτον προειπεῖν, ὅτι τοῦ καλλίστου τῶν πανηγυρικῶν ὀφείλοντος ἔχειν μέγεθος μεθʼ ἡδονῆς καὶ ἔτι κόσμον καὶ σαφήνειαν, ἤδη δὲ καὶ προσώπων μιμήσεις καὶ ὅσα ἄλλα τοιαῦτα ἐν τῷ περὶ πανηγυρικοῦ ἡμῖν εἴδους λέλεκται, ἅ δὴ καὶ οὐχ ἡ ποίησις μόνη οὐδὲ μὴν ἡ λογογραφία, ἀλλὰ καὶ ἡ ἴστορία ἔχει πλεονάζοντα πάντα, πάντως δεῖ καὶ τοὺς ἱστοριογράφους ἐν τοῖς πανηγυρικοῖς τετάχθαι, ὥσπερ οἶμαι καὶ εἰσίν, ἐπεὶ καὶ μεγέθους καὶ ἡδονῶν στοχάζονται καὶ τῶν ἄλλων οἶμαι σχεδὸν ἀπάντων, εἰ καὶ μὴ παραπλησίως ἐκείνῳ τυγχάνουσι, λέγω τῷ τωνι· ὥστε ἀνάγκη καὶ περὶ τούτων ἐνταῦθα εἰπεῖν. ἀλλʼ ἐπʼ ἐκείνους γε ἰτέον πρῶτον τοὺς μετὰ τὸν Πλάτωνα κατὰ τὸ πανηγυρικὸν εὐδοκιμοῦντας, ἄλλως τε ἐπειδὴ τινὲς αὐτῶν καὶ ἀμφοῖν μετέχουσιν, ἱστορίας τε καὶ τῆς ἄλλης λογογραφίας, ὥσπερ οὖν ὁ ἐνορῶν, περὶ οὗ δὴ καὶ πρῶτον λεκτέον.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
