# Περὶ ἰδεῶν λόγου 1-9

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/1-9

Μετὰ τὸν περὶ σαφηνείας λόγον ὑποθέμενοι περὶ μεγέθους εἰπεῖν καὶ ὄγκου καὶ ἀξιώματος τοῦ ἐν λόγῳ ἔφαμεν τοῦτο ποιεῖν σεμνότητά τε καὶ τραχύτητα καὶ ἔτι αὖ σφοδρότητα λαμπρότητά τε καὶ ἀκμὴν καὶ τελευταῖον ἐπὶ πᾶσι τὴν περιβολήν. οὐκοῦν περὶ τῶν ἄλλων ἀπασῶν εἰπόντες ἰδεῶν, αἳ τὸ μέγεθος ἐποίουν, ἀναγκαίως ἂν ἤδη λέγοιμεν καὶ περὶ τῆς περιβολῆς. τά τε γὰρ ἄλλα ἀξία σπουδῆς ἡ περὶ αὐτῆς ἐπιστήμη καὶ ὅτι πλείονι ταύτῃ τῶν ἄλλων ἰδεῶν ἁπασῶν, καθʼ ἃς λόγου μέγεθος γένοιτʼ ἄν, ὁ ῥήτωρ κέχρηται. ἀλλὰ τὴν μὲν αἰτίαν, διʼ ἣν οὕτω πεποίηκεν ἐκεῖνος, ὕστερον λέξομεν· οὐ γὰρ ἐγχωρεῖ νυνὶ λέγειν, πρὶν περὶ αὐτῆς τι προδιδάξαι τῆς περιβολῆς· περὶ αὐτῆς δʼ ἂν ἤδη ταύτης εἴη λεκτέον. ὅτι δὲ ἐναντίον αὐτῇ ἡ καθαρότης, ἐν τῷ περὶ σαφηνείας εἴρηται.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
