# Περὶ ἰδεῶν λόγου 1.1-2

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ σεμνότητος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/1.1-2

6 Ἔννοιαι τοίνυν εἰσὶ σεμναὶ μάλιστα μὲν αἱ περὶ θεῶν ὡς περὶ θεῶν λεγόμεναι· ἐπεὶ τὸ «ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν» καὶ ὅσα τοιαῦτα οὐχ ὡς περὶ θεῶν εἴρηται, διὸ πόρρω μοι δοκεῖ σεμνότητος εἶναι καὶ κατὰ τὴν ἔννοιαν, πλέον δὲ μετέχειν ἡδονῆς καὶ γλυκύτητος· ἀνθρωποπαθῶς γὰρ καὶ τὸ ὅλον εἰπεῖν ποιητικῶς λέλεκται, τὸ πλεῖστον δὲ ἡδονῆς ἡ ποίησις οἶμαι στοχάζεται. περὶ θεῶν δὲ ὡς περὶ θεῶν τὰ τοιαῦτα λέγεσθαί φημι, οἷον «ὰγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος» καὶ πάλιν «βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν καὶ πάλιν «παραλαβὼν γὰρ ὁ θεὸς πᾶν, ὅσον ἦν ὁρατόν, οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως» . καὶ ὅλως πολλὰς ἂν εὕροις τοιαύτας ἐννοίας παρὰ τῷ Πλάτωνι, καὶ γὰρ αὐταί εἰσιν ἐκ τοῦ Τμαίου· παρὰ μέντοι τοῖς ῥήτορσιν ἥκιστα, ἐπεὶ καὶ τὰ ἐν Δηλιακῷ Ὑπερίδου ποιητικῶς μᾶλλον καὶ μυθικῶς εἴρηται· τὸ δὲ αἴτιον οὐχὶ νῦν ἀνάγκη λέγειν. — Τὰς μέντοι μετά γε τὰς τοιαύτας οἷον δευτέραν ἢ τρίτην σεμνότητος ἐχούσας τάξιν ἐννοίας καὶ μάλα ἂν εὕροις παρὰ τῷ Δημοσθένει καὶ τινὰς αὐτῶν 〈καὶ〉 παρὰ τοῖς ἄλλοις. ἀλλὰ πρῶται μὲν ὅπερ ἔφην καὶ μάλιστά εἰσιν ἔννοιαι σεμναὶ αἱ περὶ θεῶν ὡς περὶ θεῶν λεγόμεναι, καθάπερ εἴρηται· δεύτεραι δὲ μετʼ ἐκείνας σεμναὶ αἱ περὶ τῶν θείων ὡς ὄντως πραγμάτων, οἶον ὡρῶν φύσεις εἰ ἐξετάζοι τις, ὅπως τε καὶ καθʼ ἃς αἰτίας γίνονται, καὶ τὴν τοῦ παντὸς περιφορὰν καὶ φύσιν ἢ κινήσεις γῆς ἢ θαλάττης εἰ ζητοίη τις, ὅπως γίνονται, ἢ σκηπτῶν φορὰς ἢ ὅλως τοιαῦτα. ταῦτα δὲ εἰ μὲν οὕτως ἐξετάζοιτο κατὰ τὰς αἰτίας, σεμνὸν μόνον, οὐ μὴν καὶ πολιτικὸν δύναται ποιεῖν τὸν λόγον· ποῦ γὰρ ἄν εἴη πολιτικὸν τὸ «ὁ ἥλιος ἀπελαυνόμενος τὴν χειμερινὴν ὥρην καὶ τὰ ἑξῆς εἰρημένα παρὰ τῷ Ἡροδότῳ; ἢ πάλιν παρὰ τῷ Πλάτωνι τόδε, οἷον «ἥ γε τοῦ παντὸς περίοδος κυκλοτερὴς οὖσα καὶ τὰ γένη πάντα συμπεριειληφυῖα σφίγγει πάντῃ καὶ κενὴν χώραν οὐδεμίαν ἐᾷ λείπεσθαι· διὸ δὴ πῦρ μὲν εἰς πᾶν διελήλυθεν, ἀὴρ δὲ δεύτερον, ὡς λεπτότητι δεύτερον ἔφυ, καὶ τὰ ἄλλα ταύτῃ καὶ τὰ ἐξῆς; ποῦ δʼ αὖ λόγου πολιτικοῦ τὸ ζητεῖν, ὅπως κινεῖται γῆ, καὶ ὅτι ἐπικλύσει ἢ ὑπονοστήσει ὕδατος, ἢ πάλιν περὶ σκηπτῶν φορᾶς ἢ τὰ τοιαῦτα; ταῦτʼ οὖν ὅπερ ἔφην εἰ μὲν οὕτως ἐξετάζοιτο, σεμνὸν μόνον, οὐ μὴν πολιτικὸν ποιεῖ τὸν λόγον· διὸ καὶ μετὰ τὰς πρώτας σεμνότητος ἐννοίας εὐθύς εἰσιν αὗται δεύτεραι. εἰ μέντοι κατὰ ἔκφρασιν αὐτῶν τῶν γενομένων λέγοι τις αὐτά, ἀλλὰ μὴ τὰς αἰτίας ζητῶν, καθʼ ἃς γίνεται, πολιτικὸν ὁμοῦ καὶ σεμνὸν ποιεῖ τὸν λόγον, ὡς ὁ Ἀριστείδης ἀντιλέγων τῷ Καλλιξένῳ συμβουλεύοντι μὴ θάπτειν τούς δέκα στρατηγούς, ἐπειδὴ ἀνῃρέθησαν μιᾷ ψήφῳ· χειμῶνος γὰρ ἔκφρασιν πεποίηται εἰς ἀπολογίαν τὴν ὑπὲρ αὐτῶν, οἷον «σκηπτὸς ἦν, ὦ Καλλίξενε, σκηπτὸς ὁ ταῦτα κωλύσας οὔτε λόγῳ ῥητὸς οὔτε ἔργῳ φορητός· ἄρτι μὲν γὰρ συνιούσης τῆς ναυμαχίας ὤδινεν ἡ θάλασσα καὶ κατέβαινεν Ἑλλησπ΅οντίας λαμπρός καὶ τὰ ἐξῆς. — Τρίτη δὲ σεμνότητος ἐννοιῶν τάξις, εἰ περὶ πραγμάτων, ἃ δὴ φύσει μέν ἐστι θεῖα, τὸ πλεῖστον δʼ ἐν ἀνθρώποις θεωρεῖται, λέγοι τις, οἷον εἰ περὶ ψυχῆς, ὅτι ἀθάνατος, ἢ περὶ δικαιοσύνης ἢ σωφροσύνης ἢ τῶν τοιούτων διεξίοιμεν περὶ τοῦ βίου παντὸς ἢ τι νόμος ἢ τί φύσις ἢ τὰ τοιαῦτα· οἷον ὅτι «νόμος ἐστὶν εὕρημα μὲν καὶ δῶρον θεῶν καὶ τὰ ἑξῆς καὶ πάλιν ὅτι «ἔστιν ὁ μὲν νόμος κοινὸν καὶ τεταγμένον καὶ ταὐτὸν πᾶσιν, ἡ φύσις δὲ ἄτακτον καὶ κατʼ ἄνδρα ἴδίιν τοῦ ἔχοντος καὶ «πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος» καὶ «πᾶς ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται». ἀπλῶς δὲ εἰπεῖν πάντα, ὅσα ἐν τῷ καθόλου καὶ γενικῶς λέγεται, σεμνὰς ἔχει πως τὰς ἐννοίας, καὶ μάλιστα εἰ μένων ἐπὶ τοῦ καθόλου τις διὰ παντὸς αὐτὰ ἐργάζοιτο· εἰ γὰρ προσλάβοι τὸ κατʼ εἶδος, ἄλλο τι ποιεῖ, οἷον «πονηρόν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συκοφάντης ἀεὶ καὶ πανταχόθεν βάσκανον καὶ φιλαίτιόν ἐστι· τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν· ἕτερον γάρ τι πεποίηκε προσλαβὼν τὸ κατʼ εἶδος· ἐκ γὰρ τοῦ καθόλου καὶ τοῦ ἐπὶ μέρους συντεθέντων ὅ τε πολιτικὸς καὶ ὁ περιβεβλημένος λόγος, οὐ μὴν αὐτὸ τοῦτο εἰπεῖν ὁ σεμνὸς γίνεται — Τετάρτην γε μὴν σεμνότητος ἔχουσιν ἔννοιαι δύναμιν αἱ περὶ ἀνθρωπίνων μὲν κατὰ μόνας πραγμάτων, μεγάλων δὲ καὶ ἐνδόξων, οἷον τὰ περὶ τῆς ἐν Μαραθῶνι μάχης ἢ τῆς Πλαταιᾶσιν ἢ τῆς ἐν Σαλαμῖνι ναυμαχίας εἴ τις λέγοι καὶ τοῦ Ἄθω καὶ τοῦ Ἑλλησπόντου καὶ τῶν τοιούτων. εἰ δέ τι ταύταις καὶ μυθικὸν ὡς παρὰ τῷ Ἡροδότῳ σεμνὸν ἅμα ἡδονῇ ἕποιτο, οἷον Ἴακχος καὶ τὰ τοιαῦτα, ἑτέρου λόγου. Ἀλλʼ ἔννοιαι μὲν αὗται σεμνότητος.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
