Ancient Greek
Α, Section 1
Hermogenes, Περὶ ἰδεῶν λόγου 1.8
Not analysed yet
Πάντα μὲν οὖν εἴδη λόγων ἐν τούτοις τεθεώρηται καὶ διὰ τούτων γίνεται, ἐννοίας, μεθόδου, λέξεως, σχήματος, κώλου, συνθήκης, ἀναπαύσεως, ῥυθμοῦ. ἔγὼ δʼ, ὅτι μὲν καὶ τούτοις ἐπὶ τοῖς προειρημένοις δεῖ σαφηνείας τινός, οὐκ ἀγνοῶ, οὐδʼ ὡς οἴονται τινὲς γενέσθαι ἂν ἴσως ταῦτα σαφῆ διὰ τῶν παραδειγμιάτων, εἰ προτεθείη· οὐ μὴν ἀλλὰ τὸ μὲν δεῖν παραδειγμάτων αὐτοῖς ὁμολογῶ, τὸ δέ, εἰ τεθεῖεν νυνὶ παραδείγματα, γενέσθαι ἂν σαφές, περὶ οὗ ὁ λόγος, οὐκέτʼ ἂν συγχωρήσαιμι· ἐπεὶ τοὐναντίον, εἰ νῦν καὶ ἐνταῦθα καὶ καθʼ ἕκαστον τῶν προειρημένων τεθείη τὰ παραδείγματα, μηκύνοιτό τε ἂν διʼ αὐτὸ μᾶλλον ὁ λόγος καὶ ταραχή τις ἂν πλείων εἰκότως γίνοιτο· ἔπειτα μέντοι καὶ τὸ παρὸν οὐ περὶ γλυκύτητος προὔκειτο λέγειν —ὕστερον γὰρ ἀκριβέστερον καὶ περὶ ταύτης ἐροῦμεν —,ἀλλʼ ὅσον ἐμφῆναι, διὰ τίνων γένοιτʼ ἄν ἀκριβὲς ἕν αὐτὸ ἕκαστον λόγων εἶδος, ἵν’ ἀπὸ τούτων, ὅπερ ἔφην, εὐμαθέστερον ἔχοντες ῥᾳδίως ἑποίμεθα τοῖς ἐφεξῆς. οὐκοῦν ἐκεῖσε ἐπάνειμι.