# Περὶ ἰδεῶν λόγου 1.9

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/1.9

Ἐχόντων γὰρ τούτων ταύτῃ καὶ πάσης ἰδέας λόγων συνισταμένης διὰ τῶν προειρημένων, ἀκριβῶς μὲν διὰ πάντων ἑνὸς εἴδους οἰκεῖον εἰργασμένον λόγον, οἷον ἐννοίας, μεθόδου, λέξεως καὶ τῶν λοιπῶν, σφόδρα χαλεπὸν μᾶλλον δὲ ἀδύνατον εὑρεῖν παρά τινι τῶν ἀρχαίων, τῷ δὲ πλεονάζειν τοῖς οἰκείοις ἑκάστης ἰδέας τὸ τοιόνδε ἢ τοιόνδε ἕκαστον αὐτῶν εἶναι συμβέβηκεν. ἐξαιρῶ μέντοι τοῦ λόγου τὸν ῥήτορα· οὐ γὰρ κατὰ ταὐτὰ ἐκείνοις μιᾷ τινι τῶν προειρημένων πλεονάσας ἰδέᾳ καὶ αὐτός, ἀλλὰ μέρει μέν τινι μᾶλλον δὲ εἴδει μιᾶς πλείονι χρησάμενος τῶν λοιπῶν, λέγω τῇ περιβολῇ (διότι δὲ τοῦτο πεποίηκεν, ἐν τῷ περὶ μεγέθους ἡμῖν καὶ τῆς περιβολῆς αὐτῆς ἀκριβῶς λελέξεται), ἀλλʼ ὅπερ ἔλεγον, τούτῳ γάρ, ὃ δὴ πολλοστόν ἐστι μέρος ἢ εἶδος ἰδέας μιᾶς, πλείονι χρησάμενος τῶν λοιπῶν, τοῖς δὲ ἄλλοις ἅποσιν ἑκάστῳ τὸ κατʼ ἀξίαν νείμας καὶ τὰ μὲν ὑψηλὰ σφόδρα καὶ λαμπρὰ τῶν νοημάτων μεθόδοις τισὶν ἢ σχήμασιν ἤ τινι τῶν ἄλλων καθαιρῶν, τὰ δʼ αὖ λεπτὰ καὶ μικρὰ διὰ τῶν αὐτῶν τούτων ἐγείρων τε καὶ ὀρθῶν καὶ ἕκαστα τῶν ἄλλων κατὰ ταὐτὰ μιγνὺς τοῖς οὐκ οἰκείοις οὐδὲ ἰδίοις αὐτῶν μέρεσι καὶ καταποικίλλων, οὕτω τὸν λόγον αὐτοῦ πάντα πεποίηκεν ἁρμόττειν αὐτοῖς καὶ τὸ ὅλον ἓν εἶναι πασῶν αὐτῷ διʼ ἀλλήλων ἡκουσῶν τῶν ἰδεῶν, ὥστʼ ἐξ ἀπάντων τῶν καλῶν ἕν τοῦτο κάλλιστον εἶδος ἀπειργάσθαι λόγων τὸ Δημοσθενικόν.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
