# Περὶ ἰδεῶν λόγου 10.1

Hermogenes, Περὶ ἰδεῶν λόγου, Α, Περὶ περιβολῆς. ἐν ταὐτῷ καὶ περὶ μεστότητος.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hermogenes/text-4/10.1

Ἐφέλκεται γὰρ νοήματα καὶ τὸ ἐπιτρέχον καλούμενον σχῆμα ἐκ τοῦ παρασυναπτικοῦ, οἶον «ἐπειδὴ γὰρ ἐκκλησία μὲν οὐκέτʼ ἦν ὑπόλοιπος οὐδεμία διὰ τὸ προκατακεχρῆσθαι» καὶ τὰ ἑξῆς. — Ἔτι ἐφέλκονται νοήματα καὶ αἱ ὑποστάσεις, οἷον «ἐξήλεγξα τὸν Φίλιππον φανερῶς οὕτως, ὥστε τοὺς ἐκείνου συμμάχους αὐτοὺς ἀνισταμένους ὁμολογεῖν» καὶ πάλιν «ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ, τοσαύτην ὑπάρξαι μοι καὶ τὰ τοιαῦτα. — Ἔτι ἐφέλκονται νοήματα καὶ οἱ μερισμοί, οἷον «ἃ μὲν οὖν πρὸ τοῦ πολιτεύεσθαι καὶ δημηγορεῖν ἐμὲ προὔλαβε καὶ κατέσχε Φίλιππος, ἐάσω· ἃ δʼ, ἀφʼ ἧς ἡμέρας ἐπὶ ταῦτα ἐπέστην ἐγώ, διεκωλύθη, ταῦτα ἐρῶ». ἐπεὶ δὲ πολὺ τὸ σχῆμά ἐστι τὸ τοῦ μερισμοῦ σχεδὸν ἐν παντὶ τῷ λόγῳ, οὐ μόνον ἐν τῷ Δημοσθενικῷ, ἄξιόν τι καὶ πλεῖον εἰπεῖν περὶ αὐτοῦ. μερισμὸς γὰρ πᾶς ἔμφασιν μὲν πάντως ἔχει περιβολῆς διὰ τὸ ἐφέλκεσθαί τι· ἤτοι δὲ φανερὰν ἔχει τὴν περιβολὴν ἢ μέχρι μὲν ἐμφάσεως περιέβαλεν, ἕτερον δέ τι ἐποίησε. διὰ μακροῦ μὲν γὰρ ὅτε ἀπολαμβάνοι τὴν ἀνταπόδοσιν, περιβάλλει πάντως, οἷον «τὸ μὲν οὖν τὴν Φιλίππου ῥώμην διεξιέναι καὶ διὰ τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς» μέχρι τοῦ «ἃ δὲ καὶ χωρὶς τούτων ἔνι»· ἐνταῦθα γὰρ ἡ ἀνταπόδοσις. τοῦτο δὲ τὸ παράδειγμα καὶ μεστόν, οὐ μόνον περιβεβλημένον ἐστίν. ἔστι γὰρ ἡ μεστότηρ̣? οὐδὲν ἄλλʼ ἢ περιβολὴ πλεονάσασα ἐν αὑτῇ, ὥσπερ ἂν εἴ τις λέγοι περιβολὴ περιβεβλημένη· μικρὸν δὲ ὕστερον σαφέστερον περὶ αὐτῆς ἐροῦμεν καὶ μετʼ ἐναργεστέρων παραδειγμάτων. ἀλλʼ οὖν ὅ γε μερισμὸς διὰ μακροῦ μὲν ἔχων τὴν ἀνταπόδοσιν περιβάλλει τὸν λόγον, ὡς ἐλέγομεν, διὰ ἐλαχίστου δὲ γοργὸν ποιεῖ, οἷον «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις καὶ πάλιν «εἶτα κατηγορεῖ μὲν ἐμοῦ, κρίνει δὲ τουτονί». εἰ μέντοι κατὰ συζυγίαν παραληφθείη, καὶ καλὸν ὁμοῦ καὶ ἐπιμελῆ τὸν λόγον ἐποίησεν, οἷον «παρὰ μὲν γὰρ τὰς τῶν χορηγιῶν δαπάνας μικρὸν ἡμέρας μέρος ἡ χάρις τοῖς θεωμένοις γίνεται, παρὰ δὲ τὰς τῶν εἰς τὸν πόλεμον παρασκευῶν ἀφθονίας πάντα τὸν χρόνον ἡ σωτηρία τῇ πόλει »· δύο γὰρ κῶλα συντεθέντα δύο κώλοις ἑτέροις συνεζευγμένοις ὥσπερ ἐν στροφῇ καὶ ἀντιστρόφῳ τὴν ἀνταπόδοσιν ἔχει· ἐνταῦθα δὲ τὸ κάλλος καὶ αἱ παρισώσεις ἐποίησαν, οὐ μόνον ὁ κατὰ συζυγίαν μερισμός. ἔτι δʼ οἱ μερισμιοὶ ποιοῦσι μεστὸν τὸν λόγον, ὅταν τε αὐτοὶ αὐτοῖς ἐπεμβάλλωνται, οἷον «εἰ μὲν περὶ καινοῦ τινος πράγματος, ὦ Ἀθηναῖοι» καὶ τὰ ἑξῆς· πρὶν γὰρ ἀνταποδοῦναι, ἐπενέβαλεν ἕτερον μερισμὸν «εἰ μὲν ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτου ῥηθέντων, ἡσυχίαν ἂν ἦγον· εἰ δὲ μή, τότʼ ἂν καὶ αὐτὸς ἐπειρώμην ἃ γινώσκω λέγειν», εἶθʼ ὕστερον ἡ ἀνταπόδοσις «ἐπειδὴ δὲ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι, συμβαίνει καὶ νυνὶ σκοπεῖν»· μεστὸς οὖν ἐγένετο διὰ τοῦτο ὁ λόγος. ὅταν τε οὖν αὐτοὶ αὐτοῖς ἐπεμβάλλωνται οἱ μερισμοί, μεστότητα ποιοῦσι, καὶ ὅταν ἀλλήλων ἐξηρτημένοι ὦσιν, οἶον «τοῦτο τοίνυν τὸ ψήφισμα τῷ μὲν ἑνὶ τῷ Κερσοβλέπτῃ συμπράττοντι τὴν ἀρχὴν Χαριδήμῳ ἀσφάλειαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος, μή τινα αἰτίαν ἔχωσι, παριστάν», εἶτα πρὶν ἀπολῦσαι τὴν διάνοιαν ἐπισυνῆψεν ἐξαρτήσας τοῦ προτέρου ἄλλον μερισμὸν «τοὺς μὲν ἀσθενεῖς, τὸν δʼ ἕνα ὄντα ἰσχυρὸν καθίστησι»· μεστὸν οὖν ἐποίησε τὸν λόγον. ὅλως οὖν ἡ μεστότης γίνεται, ὅταν σχήματα περιβλητικὰ διʼ ἀλλήλων πλεονάσῃ κατὰ ἐπεμβολὴν ἢ κατὰ ἐξάρτησιν, ὡς προείρηται, ἢ εἰ καὶ ἑτέροις περιβλητικοῖς ἕτερα τοιαῦτα οὑτωσί πως συμπλακείη, οἶον μερισμῷ τῷ καθʼ ὑπόστασιν ἢ ἄλλῳ τῳ ἄλλο τοιοῦτον ἐπεμβληθὲν ἢ ἐξαρτηθέν, ὡς ἐδείξαμεν ὀλίγῳ ἔμπροσθεν. ἔστι γὰρ ἡ μεστότης οὐδὲν ἄλλʼ ἢ πλεονάσασα περιβολή· τὰ γὰρ ποιοῦντα τὴν περιβολήν, εἰ πλείονα παραληφθείη κατὰ ταὐτόν, οἷον ἐπεμβολαὶ καὶ τὰ τοιαῦτα, μεστὸν ποιοῦσι τὸν λόγον. μεγάλης δὲ εὐτονίας καὶ δυνάμεως ἐν τοῖς τοιούτοις ἐστὶ τὸ σαφῶς καὶ μὴ συγκεχυμένως εἰπεῖν, τῷ ῥήτορι δὲ πολὺ τούτου τὸ περιόν. Ταῦτα περί τε μερισμοῦ καὶ μεστότητος.

---

Hermogenes, Περὶ ἰδεῶν λόγου, ed. Hugo Rabe. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0592.tlg004.local001/.
