Ancient Greek
Β, Section 10
Hermogenes, Περὶ ἰδεῶν λόγου 10.2
Not analysed yet
10 Ὁ πολιτικὸς τοίνυν καλούμενος λόγος γίνεται μὲν διὰ πασῶν τῶν προειρημένων ἰδεῶν, οὐ μὴν ἁπλῶς γε, κραθεισῶν δέ πως πρὸς ἀλλήλας, ὡς ἐλέγομεν. καὶ ὁ μὲν τῇ ἀρίστῃ μίξει χρησάμενος τούτων τὸν ἄριστον δηλαδὴ τῶν πολιτικῶν λόγων ἐργάσεται, ὁ δὲ μετʼ ἐκεῖνον τὸν κατὰ δεύτερον λόγον γινόμενον τῶν πολιτικῶν ἄριστον, ὁ δὲ καὶ μετὰ τοῦτον τὸν κατὰ τρίτον δηλαδὴ λόγον τοιοῦτον, καὶ περὶ τῶν ἄλλων δὲ ὡσαύτως εἰρήσθω. ἥτις δὲ ἀρίστη μῖξις αὐτῶν καὶ τίς ὁ κράτιστος τῶν λόγων τῶν πολιτικῶν, ὅτι μὲν ὁ Δημοσθενικός, οὐδεὶς ἀμφιβάλλει δήπουθεν· οὐ μὴν ἁπλῶς γε ἡμῖν περὶ Δημοσθένους νῦν πρόκειται λέγειν, ἀλλὰ περὶ τοῦ καλλίστου τῶν πολιτικῶν, ἵνα ἀπὸ τούτου καὶ περὶ τῶν ἄλλων τῶν κατʼ ἄνδρα εὐδοκιμούντων ἐπὶ τοῖς πολιτικοῖς λόγοις χαρακτηρίζειν ἡμῖν μὴ ᾖ χαλεπόν. συμβαίνει γε μὴν ἀναγκαίως περὶ τούτου λέγουσι καὶ περὶ Δημοσθένους λέγειν δοκεῖν, ἐπεὶ καὶ ἀναστρέφει· ἄριστός τε γὰρ πολιτικῶν λόγων ὁ Δημοσθενικός, ὅ τε αὖ Δημοσθενικὸς λόγος τῶν πολιτικῶν ἄριστος.